![]()
|
Ὁ Ἅγιος
Μάρτυς Ἀρδαλίων ὁ Μίμος
Τῇ ΙΔ' τοῦ μηνός Ἀπριλίου, Στίχοι. Νῦν
Μῖμος ὄντως Ἀρδαλίων ἢ πάλαι·
Οὗτος ἧν κατὰ τοὺς χρόνους Μαξιμιανοῦ τοῦ βασιλέως, ἐν τοῖς θεάτροις μιμούμενος, καὶ τὰ ἑτέρων ὑποκρινόμενος πάθη καὶ δράματα. Καί ποτε δόξαν αὐτῷ τὴν κατὰ τὸ μαρτύριον ἔνστασιν τῶν Χριστιανῶν ὑποκρίνασθαι, ἀναρτηθείς, ὡς δῆθεν τοῖς θεοῖς μὴ προσάγων θυσίαν ἐξέσθη. Ὡς οὖν ἐπ' αὐτῷ κρότος παρὰ τῶν θεατῶν ἧν, ἐπαινούντων αὐτοῦ τὴν ὑπόκρισιν ἅμα καὶ καρτερίαν, ἀνακραγὼν μέγα, καὶ σιγὴν ἐπιτάξας τῷ δήμῳ Χριστιανὸν ἀληθείᾳ ἑαυτὸν ἀνεκήρυξεν. Ὅθεν τοῦ Ἄρχοντος πολλὰ παραινέσαντος αὐτῷ μεταθέσθαι τὴν γνώμην, καὶ τοῦτο ποιῆσαι μὴ βουληθείς, ἀλλ' ἐπιμένων τῇ εἰς Χριστὸν πίστει, πυρᾶς ἐξαφθείσης, ἐβλήθη ἐν αὐτῇ, καὶ τελειωθείς, ἐν αὐτῇ τὸν τοῦ Μαρτυρίου στέφανον ἐδέξατο. [Ἀπὸ τὸ Μηναῖον Ἀπριλίου] * * *
Δημιουργήθηκε: 18/07/2006
|