|
|
Οἰκουμενισμός Συμπροσευχή
● Κανὼν Ι' τῶν Ἁγίων Ἀποστόλων "Εἴ τις ἀκοινωνήτῳ, κᾂν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω"
● Κανὼν ΜΕ' τῶν Ἁγίων Ἀποστόλων "Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος αἱρετικοῖς συνευξάμενος, μόνον, ἀφοριζέσθω, εἰ δὲ ἐπέτρεψεν αὐτοῖς, ὡς Κληρικοῖς ἐνεργῆσαί τι, καθαιρείσθω"
● Κανὼν ΞΕ' τῶν Ἁγίων Ἀποστόλων "Εἴ τις Κληρικὸς, ἢ Λαϊκὸς εἰσέλθοι εἰς συναγωγὴν Ἰουδαίων, ἢ αἱρετικῶν προσεύξασθαι, καὶ καθαιρείσθω, καὶ ἀφοριζέσθω"
● Κανὼν ΟΑ' τῶν Ἁγίων Ἀποστόλων "Εἴ τις Χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν, ἢ εἰς συναγωγὴν Ἰουδαίων ἐν ταῖς ἑορταῖς αὐτῶν, ἢ λύχνους ἅπτοι, ἀφοριζέσθω"
● Κανὼν ΣΤ' τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου "Περὶ τοῦ, μὴ συγχωρεῖν τοῖς αἱρετικοῖς εἰσιέναι εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπιμένοντας τῇ αἱρέσει"
● Κανὼν Θ' τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου "Περὶ τοῦ, μὴ συγχωρεῖν εἰς τὰ κοιμητήρια, ἢ εἰς τὰ λεγόμενα μαρτύρια πάντων τῶν αἱρετικῶν ἀπιέναι τοὺς τῆς Ἐκκλησίας, εὐχῆς ἢ θεραπείας ἕνεκα, ἀλλὰ τοὺς τοιούτους, ἐὰν ὦσι πιστοί, ἀκοινωνήτους γίνεσθαι μέχρι τινός, μετανοοῦντας δὲ, καὶ ἐξομολογουμένους ἐσφάλθαι, παραδέχεσθαι"
● Κανὼν ΛΒ' τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου "Ὅτι οὐ δεῖ αἱρετικῶν εὐλογίας λαμβάνειν, αἵτινές εἰσιν ἀλογίαι μᾶλλον, ἢ εὐλογίαι"
● Κανὼν ΛΓ' τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου "Ὅτι οὐ δεῖ αἱρετικοῖς ἢ σχισματικοῖς συνεύχεσθαι"
● Κανὼν ΛΖ' τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου "Ὅτι οὐ δεῖ παρὰ τῶν Ἰουδαίων ἢ αἱρετικῶν τὰ πεμπόμενα ἑορταστικὰ λαμβάνειν, μηδὲ συνεορτάζειν αὐτοῖς"
● Κανὼν Θ' τοῦ Τιμοθέου Ἀλεξανδρείας "Ἐρώτησις. Εἰ ὀφείλει Κληρικὸς εὔχεσθαι, παρόντων Ἀρειανῶν, ἢ ἄλλων αἱρετικῶν; ἢ οὐδὲν αὐτὸν βλάπτει, ὁπόταν αὐτὸς ποιῇ τὴν εὐχήν, ἤγουν τὴν προσφοράν; Ἀπόκρισις. Ἐν τῇ θείᾳ ἀναφορᾷ ὁ Διάκονος προσφωνεῖ πρὸ τοῦ ἀσπασμοῦ. "Οἱ ἀκοινώνητοι περιπατήσατε." Οὐκ ὀφείλουσιν οὖν παρεῖναι, εἰ μὴ ἂν ἐπαγγέλλωνται μετανοεῖν καὶ ἐκφεύγειν τὴν αἵρεσιν"
* * *
Σημ. Οἱ Κανόνες τῶν Ἁγίων Ἀποστόλων, ἔχουν ἐπικυρωθεῖ ἀπὸ τὸν β' Κανόνα τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου, καὶ ἀπὸ τὸν α' Κανόνα τῆς Ζ' Οἰκ. Συνόδου. Οἱ Κανόνες τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου, καὶ τοῦ Τιμοθέου Ἀλεξανδρείας, ἔχουν ἐπικυρωθεῖ ἀπὸ τὸν α' Κανόνα τῆς Δ' Οἰκ. Συν., τὸν β' τῆς ΣΤ', καὶ ἀπὸ τὸν α' τῆς Ζ' Οἰκ. Συνόδου.
"Ὅτι οἱ θεῖοι Κανόνες ὑπὲρ τοὺς βασιλικοὺς νόμους ἰσχύουσιν" (Πηδάλιον, σ. κ.')
"Ὡρίσθη παρὰ τῶν Ἁγίων Πατέρων χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι, τοὺς εἴτε εἰς πίστιν, εἴτε εἰς Κανόνας ἁμαρτήσαντας" (Πηδάλιον, σ. κ.')
Παναγιώτης Δ. Παπαδημητρίου |