Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ

 

Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ  ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Προεορτίων.

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.

 

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ  κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

 

Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ  Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ  Θεῷ καὶ Πατρί.

 

Τοῦ Ἁγίου Γρηγορίου, ὅμοια

Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ  θρόνῳ τοῦ Κυρίου, τοῖς ἐπὶ γῆς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν, καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.

 

Τῶν προσευχῶν τῇ δρεπάνῃ, Πάτερ Γρηγόριε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμὼν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας, τὴν γῆν τῆς ψυχῆς, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύτῃ, δι' ὧν ἡμῖν, ἐκβλαστάνεις ἰαμάτων καρπούς.

 

Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης, καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον, καὶ πρεσβευτήν, τῶν τιμώντων σε Γρηγόριε.

Δοξα... Καὶ νῦν ... Ἦχος δ'

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ  Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πρόκλου.

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Δογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

 

Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.

 

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται

 

Ναμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας.

Δόξα... Καὶ νῦν ... Ἦχος δ'

Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον τῶν Ἁγίων

Ἦχος δ'

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα... Καὶ νῦν ... Προεόρτιον

Ἦχος ὁ αὐτὸς

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ  Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν.

 

Καὶ ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Κάθισμα

 

Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ  τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα

 

Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.

 

Εἶτα λέγονται οἱ Κανόνες, ὁ Προεόρτιος, καὶ τῶν Ἁγίων οἱ δύο.

 

Κανων ὁ Προέρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον μέχρι τῆς ἑβδόμης ᾠδῆς.

 

Ποίημα, Ἰωσὴφ

 

ᾨδὴ α'  Ἦχος δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ    Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».

 

Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.

 

Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.

 

Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.

 

Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Γρηγορίου

Ἰωσὴφ

 

ᾨδὴ α'  Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ  Θεῷ ἀναμέλποντα».

 

Νενεκρωμένην ἡδοναῖς τοῦ σώματος, τὴν ταπεινήν μου ψυχήν, σαῖς προσευχαῖς Πάτερ, ζώωσον Γρηγόριε· ζωὴν γὰρ νῦν  ἀπείληφας, τὴν ἀγείρω νεκρώσας, τὰ ἐπὶ γῆς μέλη ἔνδοξε, τοῖς ἀσκητικοῖς ἀγωνίσμασιν.

 

Κατακρατήσας ἡδονῶν τοῦ σώματος, νοῦ γενναιότητι, ἐκ νεαρᾶς Πάτερ, ἡλικίας ὄργανον, τοῦ Πνεύματος γεγένησαι, τὰς αὐτοῦ ἐνεργείας, περιφανῶς εἰσδεχόμενος, καὶ θεοειδὴς γνωριζόμενος.

 

Ἔρωτι θείῳ τῆς σαρκὸς τοὺς ἔρωτας, ἐναπεμάρανας, καὶ σεαυτῷ Μάκαρ, ἐμνηστεύσω σύζυγον, ἁγνείαν ἐξ ἧς τέκνα σοι, ἐγεννήθησαν πᾶσαι, αἱ ἀρεταὶ παναοίδιμε, τέκνον σε Θεοῦ ἐργασάμεναι.

Θεοτοκίον

Ἡ ἀπὸ γῆς πρὸς οὐρανὸν διήκουσα, κλῖμαξ οὐράνιος, δι' ἧς Θεοῦ Λόγος, τοῖς βροτοῖς ὡμίλησεν, εὐλογημένη Πάναγνε, ἀνερμήνευτον θαῦμα, ἀκατανόητον ὅραμα, σῷζε τοὺς εἰς σὲ καταφεύγοντας.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Πρόκλου

Θεοφάνους

 

ᾨδὴ α'  Ἦχος α'  ΤΟ ΑΚΟΥΤΕ

«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».

 

Πράξει τε καὶ λόγῳ ἀληθεῖ, τῶν νοερῶν Ἀρχαγγέλων γενόμενος, σύμμορφος θεόληπτε, καὶ σὺν αὐτοῖς, τῷ  θρόνῳ παριστάμενος, τῆς σεπτῆς Τριάδος, Πρόκλε δυσώπει σωθῆναι ἡμᾶς.

 

Ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Χρυσορρήμονος Πάτερ ἀοίδιμε, τούτου τὸ σεβάσμιον, ἱερωσύνης θεῖον ἔνδυμα, κλῆρον ὡς πατρῷον, ἀπείληφας ἀξιάγαστε.

 

Πάλαι τὸν Θεὸν ἐπὶ τῆς γῆς, τοῦ Ἡσαΐου βοῶντος ἐν πνεύματι, ἥξειν ὁ Νεστόριος, φρενοβλαβῶς, διαβάλλων τὴν σάρκωσιν, ὑπὸ σοῦ Τρισμάκαρ, συνοδικῶς καταβέβληται.

 

Λόγοις θεοπνεύστοις τὴν φρικτήν, ἐκ τῆς Παρθένου ἐτράνωσας σάρκωσιν, Πρόκλε τοῦ Θεοῦ ἡμῶν, καὶ Θεοτόκον ταύτην ἐκήρυξας, δόγμασι πανσόφοις, τῶν Ἀποστόλων ἑπόμενος.

 

Προεόρτιος

 

ᾨδὴ γ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».

 

Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν.

 

Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ  Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν.

 

Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν.

 

Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν.

 

Τοῦ Ἅγ. Γρηγορίου

 

Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ

Ἀρετῶν ἐν τῷ ὄρει, ἀναδραμὼν ὅσιε, γνόφον θεωρίας ὑπῆλθες, καὶ κατενόησας, ὅσον ἐχώρησας, τὸν ἀκατάληπτον φύσει, φωτισμοῦ ἀνάπλεως, Πάτερ γενόμενος.

 

Ὁ τεχθεὶς ἐν σπηλαίῳ, διὰ βροτῶν λύτρωσιν, πάλαι σε σπηλαίω, παμμάκαρ ἐνδιαιτώμενον, φέγγει κατήστραψεν, ἐπουρανίῳ ὡς Παῦλον, φωταυγῆ δεικνύων σε, Πάτερ Γρηγοριε.

 

Ἡ οὐράνιος πύλη, ἡ τοῦ Χριστοῦ ἄχραντος, Μήτηρ προσβολαῖς σε, Δαιμόνων περικυκλούμενον, Πάτερ ἐπτέρωσε, καὶ δυνατὸν ἐν ἰσχύϊ, κατ' αὐτῶν εἰργάσατο, Πνεύματος χάριτι.

Θεοτοκίον

Χαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον· Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις, ἡ προξενήσασα. Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε.

 

Τοῦ Ἁγ. Πρόκλου

 

Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ

Φῶς τὸ ἐκ φωτὸς θεοπτικῶς, Παμμάκαρ προσλαβόμενος, τῇ Ἐκκλησία φῶς ἐχρημάτισας· διὸ καὶ φῶς σοι  θεῖον ἀνέτειλε, νοητῶς ὡς γέγραπται·ᾧ καταλαμπόμενος, τούς ὑμνοῦντας φωτίζεις τὴν μνήμην σου.

 

Σαλπίσας δογμάτων τῇ βροντῇ, ὡς τείχη καταβέβληκας, Ἱεριχούντια τῶν αἱρέσεων, τὰ θράση πάντα καὶ τὰ στρατεύματα, καὶ νικήσας τρόπαια, ἀνεστήσω σάρκωσιν τοῦ Θεοῦ ἐκ Παρθένου κηρύξας τρανῶς.

 

Πηγὴ τῆς σοφίας προσβαλών, τὸ στόμα σου θεόληπτε, καὶ τῆς τοῦ Πνεύματος ἀρυσάμενος, σοφίας Πρόκλε τὰ θεῖα νάματα, θολεροὺς κατέκλυσας, ποταμοὺς πανόλβιε, Νεστορίου τὰ ἄθεσμα δόγματα.

Θεοτοκίον

Ὁ ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενὴς ἐκ σοῦ κάτω ἄχραντε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγέννηται, καὶ θεοὶ τὸν ἄνθρωπον, ἐκ σοῦ παναμώμητε, Θεοτόκε Παρθένε ἀνύμφευτε.

Ὁ Εἱρμὸς

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».

 

Κάθισμα τοῦ Ἁγίου Γρηγορίου

Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Τῇ θείᾳ λαμπρότητι, καταυγαζόμενος, τὸ σκότος ἐδίωξας, τῶν ψυχοφθόρων παθῶν, Γρηγόριε ἀοίδιμε, ἤρθης πρὸς ἀπαθείας, καθαρώτατον ὕψος, ἤστραψας παραδόξως, ἰαμάτων ἀκτῖνας, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.

Δόξα...

Τοῦ Ἁγίου Πρόκλου, ὁ αὐτὸς

Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ ὕψει Κύριος, τῆς Ἐκκλησίας, ἀληθῶς σε ἔθετο, ὥσπερ ἀστέρα φαεινόν, φωταγωγοῦντα τοὺς ψάλλοντας, Πρόκλε τὸ κλέος, Πατέρων ἀοίδιμε.

Καὶ νῦν ... Προεόρτιον, ὁ αὐτὸς

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ.

 

Προεόρτιος

 

ᾨδὴ δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ, Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δοξα τῇ δυνάμει σου Κύριε».

 

Ἱεραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια.

 

Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ' εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πάναγνε, ἄχραντε πανάμωμε Δέσποινα.

 

Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι.

 

Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι' ἄφατον ἔλεος.

 

Τοῦ Ἁγίου Γρηγορίου

 

Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ

Ὁ δι' ἡμᾶς, ξένῃ καθόδῳ Γρηγόριε, χρηματίσας, ξένος ἀγαθότητι, σὲ δι' αὐτόν, ξένον καθορῶν, τῆς ἐνεγκαμένης, γενόμενον ἠγκαλίσατο, καὶ θεῖον κληρονόμον, τῆς αὐτοῦ βασιλείας, ἀρεταῖς λαμπρυνθέντα εἰργάσατο.

 

Διὰ Χριστόν, τὸν δι' ἡμᾶς νηπιάσαντα, καὶ παιδίον, Ὅσιε γενόμενον, παίδων σχολῇ, δέδωκας σαυτόν, νήπιος κακίᾳ, θεόφρον Πάτερ γενόμενος, καὶ θείᾳ ταπεινώσει, τοῦ ἐχθροῦ τὴν κακίαν, ἐταπείνωσας μάκαρ Γρηγόριε.

 

Ὀμβροις τῶν σῶν, Πάτερ δακρύων Γρηγόριε, ὥς περ δρόσῳ, θείᾳ ἀρδευόμενος, πᾶσαν ἐβλάστησας ἀρετήν, πᾶσαν εὐκαρπίαν, δικαιοσύνης ἐξήνθησας, ὡς ξύλον καρποφόρον, διεξόδοις ὑδάτων, φυτευθεὶς τῆς τελείας ἀσκήσεως.

Θεοτοκίον

Μήτηρ Θεοῦ, εὐλογημένη Πανάμωμε, τῆς ψυχῆς μου, τραύματα θεράπευσον, τὰς ἡδονάς, σβέσον τῆς σαρκός, τὴν ἐσκοτισμένην, καρδίαν μου φωταγώγησον, εἰρήνευσον τὸν νοῦν μου, καὶ παντοίας ἐκ βλάβης, καὶ ἐχθρῶν ἐπηρείας με λύτρωσαι.

 

Τοῦ Ἁγίου Πρόκλου

 

Ὄρος σὲ τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ

Χρυσίον καθάπερ, ἐν πυρὶ Ἱερώτατε, τῆς ἐγκρατείας σου σοφέ, σῶμα καθάρας τὸ σεπτόν, ὡραῖον ἀπέδειξας, τῷ  Ποιητῇ· ἱερωσύνης ἐντεῦθέν σοι, καταστολὴ αἰωνίως κεχάρισται.

 

Ῥημάτων ὁ φθόγγος, καὶ δογμάτων ἡ εὔηχος, τῶν διδαγμάτων σου βροντή, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, σοφῶς καταθέλγουσα, αἱρετικῶν ἀποσοβεῖ τὴν θρασύτητα, ἱεροφάντορ Πρόκλε παναοίδιμε.

 

Γνώσεως τῆς θείας, ἐν μυήσει γενόμενος, ὡς ἱεράρχης ἱερός, ἀγαθοδότως ἐφεξῆς, τοῖς πᾶσι μετέδωκας, τοῦ φωτισμοῦ, καὶ τῆς ἐνθέου λαμπρότητος, εἰς σωτηρίαν ψυχῶν Ἀξιάγαστε.

Θεοτοκίον

Ἄνθρακα τὸν θεῖον, ἐν νηδύϊ Πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νοῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόρρωθεν, συμβολικῶς, τὴν σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 

Προεόρτιος

 

ᾨδὴ ε'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα».

 

Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα.

 

Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε.

 

Ὅλην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια.

 

Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι.

 

Τοῦ Ἁγίου Γρηγορίου

 

Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ

Γεωργίᾳ τοῦ λόγου, ἄμπελος κατάκαρπος ἐδείχθης Ὅσιε, ἀρετῶν πεπείρους, καὶ μεγίστους προσφέρουσα βότρυας, σωτηρίας οἶνον, πνευματικὸν βλύζοντας Πάτερ, καὶ πιστῶν τὰς καρδίας εὐφραίνοντα.

 

Ἡ περίδοξος Ῥώμη, Πάτερ ἐξ Ἑῴας σε λαμπτῆρα ἄδυτον, δεξαμένη πίστει, ἐφωτίσθη σεπτοῖς σου χαρίσμασι· τὸν Χριστὸν γὰρ εἶχες, ἐν τῇ ψυχῇ καθάπερ φέγγος, τούς ὁρῶντάς σε Πάτερ αὐγάζοντα.

 

Τὸν ἐφέρποντα ὄφιν, καὶ παρατηροῦντά σου πτέρναν Γρηγόριε, ἐγρηγόρσει θείᾳ, ἐν ὁδοῖς τῆς ζωῆς πορευόμενος, ὡς Θεοῦ θεράπων, ὡς ἐντολῶν αὐτοῦ ἐργάτης, ἐθανάτωσας σθένει τοῦ Πνεύματος.

Θεοτοκίον

Προστασία τοῦ κόσμου, Μήτηρ ἀειπάρθενε σὺ με κυβέρνησον καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας εὐθύνουσα.

 

Τοῦ Ἁγίου Πρόκλου

 

Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ

Φωτοφόρος ὡς λυχνία, παμμάκαρ γενόμενος, τῆς ἁγίας Ἐκκλησίας, ἐφάνης ὑπέρμαχος, καὶ Θεοῦ ἐτράνωσας, τὴν ἐκ Παρθένου Παναγίας, γέννησιν ἄτρεπτον Ἔνδοξε.

 

Τὴν σάρκωσιν τοῦ Θεοῦ, ἐκ Παρθένου τὴν ἔνδοξον, τῶν δογμάτων ἐν σφενδόνῃ, ἐνθεὶς ὡς ἀλλόφυλον, Γολιὰθ κατέβαλες, τοῦ Νεστορίου τὴν θρασεῖαν, γνώμην ὡς πάλαι ὁ θεῖος Δαυΐδ.

 

Τῶν τοῦ Παύλου διδαγμάτων, ὑπάρχων ἀνάπλεως, καὶ τὴν τούτου κατιδών, ὀπτασίαν Πανάριστε, Ἐλισαῖος δεύτερος, ἐναπεφάνθης χρῖσμα θεῖον, ἱερωσύνης χρισθείς μυστικῶς.

Θεοτοκίον

Οὐ σύγχυσιν, οὐ φυρμὸν ἐν τῇ μήτρᾳ ἐδέξατο, τῆς Παρθένου ὁ Θεός, ἐν σαρκὶ προερχομενος. Ἀλλ' ὃ ἦν μεμένηκε, Θεὸς καὶ ἄνθρωπος ἀτρέπτως, ταῖς ἐνεργείαις δεικνύμενος.

 

Προεόρτιος

 

ᾨδὴ ς'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

 

Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι.

 

Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι.

 

Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ  Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος.

 

Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος.

 

Τοῦ Ἁγίου Γρηγορίου

 

Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Τῇ νεύσει τῇ  πρὸς Θεόν, θεούμενος ἱερώτατε, θεωριῶν μυστικῶν, καὶ θείων ἐλλάμψεων, Προφήτης ὡς ἔνθεος, ὡς Θεοῦ θεράπων, ἠξιώθης θείᾳ χάριτι.

 

Ἡσύχως σου τὴν ζωήν, διατελέσας Γρηγόριε, θορύβων βιωτικῶν, ἐδείχθης ἀνώτερος, παθῶν ὑψηλότερος, καὶ τῆς γῆς ἀπάσης, ξένος τε καὶ παρεπίδημος.

 

Ὡς ἔσοπτρον καθαρόν, τὴν θείαν αἴγλην ἐπλούτησας, ὡς σκεῦος δὲ ἱερόν, ναὸν κατεκόσμησας, τῶν ἄνω Γρηγόριε, καὶ τῶν πρωτοτόκων, Ἐκκλησίαν κατεφαίδρυνας.

Θεοτοκίον

Μαρία τὸ καθαρόν, τοῦ Βασιλέως παλάτιον, γενόμενόν με ληστῶν, ἀκάθαρτον σπήλαιον, εὐχαῖς σου καθάρασα, τοῦ ἐκ σοῦ τεχθέντος, ναὸν ἅγιον ἀνάδειξον.

 

Τοῦ Ἁγίου Πρόκλου

 

Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ

Μεγάλης ἐπιβὰς καθέδρας, Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθοντες εὐφημοῦμέν σε, Ἀρχιερεῦ μεγαλοφώνως Πρόκλε ἀοίδιμε.

 

Ὡς ἄλλην κιβωτὸν τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὸ σῶμα τοῦ παμμάκαρος, Χρυσοστόμου ἐναπέδωκας ταῖς  σαῖς, Πρόκλε παραινέσεσι καὶ εὔφρανας, τῶν εὐσεβῶν, χοροστασίας τῇ παρουσίᾳ αὐτοῦ.

 

Κυκλώσαντας ὡς θῆρας ἐξεδίωξας, αἱρέσεων τῆς ποίμνης Χριστοῦ, τοὺς προμάχους ἐν τῇ ῥάβδῳ νοητῶς, τῶν σῶν διδαχῶν Πρόκλε μακάριε, πρὸς δὲ νομήν, ὀρθοδοξίας τὴν ποίμνην ἴθυνας.

Θεοτοκίον

Ὡράθης Χερουβὶμ θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ' ὤμων γὰρ ὀχούμενον αὐτῶν, Ἄχραντε ἀγκάλαις σου ἐβάστασας· ὅθεν ἀεί, σὲ Θεοτόκε πάντες δοξάζομεν.

Ὁ Εἱρμὸς

«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

 

Κοντάκιον Προεόρτιον

Ἦχος δ'  Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.

Ὁ Οἶκος

Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀρρήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ  ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.

Στίχοι

·       ·        Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος,

·       ·        Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις.

·       ·        Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.

Στίχοι

·       ·