Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ

 

Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος.

 

Ἦχος β'  Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ

Κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, Πάτερ πεφυκὼς Ἱεράρχα, ὡραίους ἤνεγκας, βότρυας ἐν πνεύματι, δογμάτων πάνσοφε, ἀποστάζοντας πάντοτε, σωτήριον οἶνον, θείας ἐπιγνώσεως, καὶ κατευφραίνοντας, πάντων εὐσεβῶν τὰς καρδίας, τῶν εἰλικρινῶς σε τιμώντων, Κλήμη θεοφόρε παμμακάριστε.

 

Πέτρου, Κορυφαίου μαθητής, Πάτερ γεγονὼς ἐπὶ πέτραν, τούτου ἐδόμησας, λίθον ὥσπερ τίμιον, σαυτὸν πανεύφημε, καὶ μοχλεύσει τῶν λόγων σου, κατέστρεψας πᾶσαν, δόμησιν πολύθεον, ναοὺς δὲ ἤγειρας, θείους εἰς τιμὴν τῆς Τριάδος, μάκαρ ὑπὲρ ἧς ἠγωνίσω, καὶ τοῦ μαρτυρίου στέφος εἴληφας.

 

Ὥσπερ, φωτοβόλος ἐκ δυσμῶν, ἥλιος ἀνέτειλας Πάτερ, καταλαμπρύνων τὴν γῆν, αἴγλῃ τῶν δογμάτων σου, καὶ τῶν στιγμάτων φαιδρῶς, ἐπιφθάσας δὲ μέρεσιν, Ἑῴας τρισμάκαρ, ἔδυς θανατούμενος, καὶ ἐξανέτειλας, Κλήμη πρὸς Χριστὸν ταῖς  ἐκεῖθεν, λάμψεσι πλουσίαις ἀπαύστως, θείαν κατὰ μέθεξιν λαμπόμενος.

 

Τοῦ Ἁγίου Πέτρου

Ἦχος α'  Των οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ  Πατρί, καὶ τῷ  Πνεύματι Θεότητος.

 

Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ  ἱερῷ  μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ.

 

Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

Δόξα... Ἦχος πλ. β'

Τοῦ Ἁγίου Κλήμεντος

Τῆς τῶν παθῶν ὀχλήσεως ἀπασχολήσας τὸν νοῦν, περὶ τὴν γνῶσιν τῶν ὄντων, ἱερώτατε Κλήμη, ἀσχολεῖσθαι πεποίηκας· διὸ σε τὸ κυρίως καὶ πρώτως Ὄν, ἐπὶ ταύτην εἵλκυσε, διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων ἐξάρχοντος, ὃς σε τὰ θεῖα μεμύηκε, καὶ αὐτοῦ διάδοχον καταλέλοιπεν ἄξιον· Μεθ' ὃν τὴν Ἐκκλησίαν πάνσοφε, καλῶς διαγαγών, μαρτυρικῷ  τέλει πρὸς αὐτόν, ἐξεδήμησας, οἷα Θεός, Θεῷ τῷ  ὄντι ἀκραιφνῶς συγγινόμενος, οὗ τῆς θεώσεως, καὶ ἡμᾶς ἀκαταπαύστως τυχεῖν καθικέτευε, Ἱερομάρτυς Ἀπόστολε.

Καὶ νῦν  ... Τῆς Ἑορτῆς

Ἦχος πλ. δ'

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

 

Εἰς τὸν Στίχον. Στιχηρὰ τῆς Ἑορτῆς Προσόμοια.

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε φιλέορτοι πάντες, ὕμνοις τιμήσωμεν, τὴν μόνην Θεοτόκον, τὴν ἁγνὴν καὶ Παρθένον. Παρθένοι γηθοσύνως, λαμπάσι φαιδραῖς, τὴν Παρθένον καὶ ἄχραντον, ἐν τῷ Ναῷ  εἰσαχθεῖσαν τοῦ Ποιητοῦ, γηθοσύνως λιτανεύσατε.

 

Στίχ. Ἀπενεχθήσονται τῷ  Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι

 

Διανοιγέσθωσαν πύλαι, πιστῶς εἰσδέξασθε, Παρθένοι λαμπαδοῦχοι, εἰς ναὸν ἀφιχθεῖσαν, τὴν ἄχραντον Μητέρα, καὶ πάντων χαράν, τοῦ Θεοῦ ἡμῶν κράζουσαι· Εὐλογημένη ὑπάρχεις ἐν γυναιξί, Θεοτόκε ἀειπάρθενε.

 

Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως

 

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ  κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

Δόξα... Τοῦ Ἁγίου Πέτρου

Ἦχος δ'  Ἀνατολίου

Χειρὶ Θεοῦ χρισθεὶς εἰς ἱερέα, τοῦ Κορυφαίου συνώνυμε, καὶ ἔργοις συμμέτοχε, τὰ λογικὰ πρόβατα, τοῖς εὐαγγελικοῖς ἐξέθρεψας λειμῶσιν, ὡς σοφὸς καὶ ἀληθινός Ποιμήν, καὶ Μάρκου διάδοχος, ἀξίως ἀναδειχθείς, τῷ  ἀθλητικῷ  αἵματι, τὸν τῆς πίστεως δρόμον ἐτέλεσας, τοῦ λαοῦ προθυόμενος καὶ Χριστῷ συμμορφούμενος· Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν  ...

Τῆς Ἑορτῆς  Ἦχος πλ. δ'

Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· ἡ γὰρ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον μείνασα ἄφθορος, Μήτηρ τοῦ Λόγου τῆς ζωῆς, σήμερον εἰσέρχῃ ἐν τῷ Ναῷ· Ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλοντι, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον τῶν Ἁγίων

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκιαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς  αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα... Καὶ νῦν  ...

Τῆς Ἑορτῆς   Ἦχος δ'

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν     α' Στιχολογίαν, Κάθισμα

Ἦχος δ'  Ἐπεφάνης σήμερον  ΤΟ ΑΚΟΥΤΕ

Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.

 

Μετὰ τὴν     β' Στιχολογίαν, Κάθισμα

Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ  ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι λαμπρῶς καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι τάυτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.

 

Μετὰ ταῦτα ψάλλομεν ἕνα κανόνα τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων τους παρόντας δύο.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς.

 

Θείας σε Κλῆμα Μάρτυς ἀμπέλου σέβω. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ Λόγον ἐρεύξομαι τῇ     Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

 

Θρόνῳ παριστάμενος, τῆς Τρισηλίου Θεότητος, καὶ θείαις λαμπόμενος, Πάτερ λαμπρότησι, τὴν ζοφώδη μου, καταύγασον καρδίαν, ὅπως τὴν φωσφόρον σου, ὑμνήσω κοίμησιν.

 

Εἰς βάθη τοῦ Πνεύματος, μετὰ τοῦ πνεύματος Ὅσιε, ὁσίως ἐνέκυψας, καὶ κατενόησας, ὡς ἐχώρησας, τὸν ἀκαταληψίᾳ νοούμενον, Κύριον, Μακαριώτατε.

 

Ἱστίῳ πτερούμενος, τῷ  τοῦ Σταυροῦ διεπέρασας, τοῦ βίου τὸ πέλαγος, Μάρτυς πανάριστε, καὶ τὸν εὔδιον, κατέλαβες λιμένα, της ἄνω λαμπρότητος, Κλήμη πανεύφημε.

Θεοτοκίον

Ἁγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον, Λόγον κυήσασα, καὶ ὑπάρχουσα, πασῶν ἁγιωτέρα, τῶν ἄνω Δυνάμεων, Θεοχαρίτωτε.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Πέτρου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).

 

Ἐγκωμιάζω τὸν τρισόλβιον Πέτρον. Θεοφάνους

 

ᾨδή α'  Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

«ᾌσωμεν τῷ  Κυρίῳ πάντες λαοί, τῷ  ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

 

Ἐν τοῖς φωτεινοτάτοις, τὴν διαγωγὴν ἔχων σκηνώμασι, φωτισμὸν μοι παράσχου, ταῖς  πρεσβείαις σου Πέτρε πανόλβιε.

 

Γνώσει μεμυημένος, καὶ ἱερωσύνῃ λαμπρυνόμενος, παμμακάριστε Πέτρε, τῷ  Χριστῷ προσηνέχθης δι' αἵματος.

 

Κόσμος πεποικιλμένος, καὶ πολυτελὲς ὥσπερ ἀνάθημα, τῇ σεπτῇ Ἐκκλησίᾳ, πρὸς Θεοῦ ἐδωρήθης Μακάριε.

Θεοτοκίον

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμεν σε.

 

Τοῦ Ἁγίου Κλήμεντος

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου Φιλάνθρωπε».

 

Σὲ πρὸς τὸ φέγγος, τῆς τοῦ Θεοῦ ὡδήγησε γνώσεως, ὁ τοῦ κόσμου διαυγής, καὶ καθαρώτατος ἥλιος, Πέτρος ὁ θαυμάσιος, Θεομακάριστε.

 

Σταγόσι θείων, διδαχῶν ἀρδευθεὶς τὴν καρδίαν σου, τῶν τοῦ Πέτρου ποταμός, ναμάτων πλήρης τοῦ Πνεύματος, Μάρτυς ἐχρημάτισας, Θεομακάριστε.

 

Ἐν χείλεσί σου, ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος· ὅθεν ἔβλυσας κρουνούς, θεογνωσίας Ἀοίδιμε, καὶ πᾶσαν κατήρδευσας, τὴν Ἐκκλησίαν Χριστοῦ.

Θεοτοκίον

Κυριοτόκε, ἡ Θεὸν ἀπορρήτως κυήσασα, τὸν Σωτῆρα τοῦ παντός, αὐτὸν δυσώπει σωθῆναί με, πάθεσιν ἑκάστοτε περιαντλούμενον.

 

Τοῦ Ἁγίου Πέτρου

 

Οὐκ ἔστιν ἅγιος ΤΟ ΑΚΟΥΤΕ

Ἀνῆλθες ὀχούμενος τῷ  σῷ  αἵματι, ὡς ἐν ἅρματι Ὅσιε, πρὸς τὰ οὐράνια, ἔνθα πρόδρομος ἡμῶν, Χριστὸς εἰσελήλυθεν, ὁ μόνος ἀναμάρτητος.

 

Ζωὴν τὴν ἐπίκηρον καταλέλοιπας, καὶ ζωὴν τὴν ἀκήρατον εὗρες Μακάριε, ἔνθα στεφανηφόρος χορεύων ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὡς φοίνιξ ἐξήνθησας εὐφορώτατος, ὡς ἐλαία κατάκαρπος, ὤφθης θεόπνευστε, ἐν αὐλαῖς τοῦ Κυρίου, ὡς σμύρνα καὶ λίβανος, ὡς μύρον εὐωδέστατον.

Θεοτοκίον

Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀπείρανδρε Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε τοῦ σωθῆναι ἡμᾶς.

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε».

 

Κοντάκιον τοῦ Ἁγίου Πέτρου

Ἦχος γ'  Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ὀρθοδόξοις δόγμασι, τὴν Ἐκκλησίαν φαιδρύνας, ὑπὲρ ταύτης ἤθλησας, Θεομακάριστε Πέτρε, Ἄρειον τὸν ἀποστάτην καταδιώξας· ὅθεν σου τὴν παναγίαν μνήμην τελοῦντες, ὀρθοδόξως ἐκβοῶμεν· Χαίροις ὦ Πέτρε, ἡ πέτρα τῆς πίστεως.

Ὁ Οἶκος

Ἐπὶ τὴν θαυμαστὴν Ἀλεξάνδρειαν σπεύδοντες πορευθῶμεν τῷ νοΐ, καὶ κατίδωμεν πράγματα μεγάλα καὶ ξένα ἐκεῖσε τελεσθέντα· πῶς εἰς θυσίαν ἑαυτὸν τίθησιν ὡς πρόβατον ἄκακον, ὁ Ἱεράρχης καὶ μέγας πρόβολος Πέτρος, ὁ νυνὶ συγκαλεσάμενος ἡμᾶς ἐνταῦθα, καὶ τὴν ἁγίαν κάραν προθέμενος αὐτοῦ, καθάπερ ἔδεσμα σεπτόν· ᾗ τρυφήσαντες νῦν  ὀρθοδόξως αὐτῷ βοῶμεν· Χαίροις ὦ Πέτρε, ἡ πέτρα τῆς πίστεως.

 

Κάθισμα τοῦ ἁγίου Κλήμεντος

Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομῇ, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν     ἁγίαν μνήμην σου.

Δόξα... Τοῦ Ἁγίου Πέτρου, ὅμοιον

Ἐκ τῆς ἄνωθεν ψήφου τῆς τοῦ Χριστοῦ, ἡγησάμενος ποίμνης ἐπὶ νομάς, εὐζώους ἐποίμανας, τῶν πανσόφων δογμάτων σου, ἀπελάσας Ἄρειον, ὡς λύκον ἀνήμερον, ἐπιβάντα ταύτης, ἀθέοις διδάγμασιν· ὅθεν τὴν ψυχήν σου δεδωκὼς ὑπὲρ ταύτης, ποιμὴν ἀνηγόρευσαι, ὡς ὁ Κύριος ἔφησεν, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν  ... Τῆς ἑορτῆς

Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ  Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ  θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

 

Τοῦ Ἁγίου Κλήμεντος

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ     δυνάμει σου».

 

Λαμπρυνθείς σου τὴν καρδίαν, ταῖς  ἀκτῖσι τοῦ Πνεύματος, εὐσεβέσι λόγοις, πάντων τὰς ψυχὰς κατελάμπρυνας, τὸ τῆς ἀγνοίας δὲ σκότος τὸ βαθύτατον, ἀπεδίωξας τῶν εἰδωλομανῶν Ἱερώτατε.

 

Ἡ κατάκαρπος ὡς κλῆμα, ἐκβλαστάνει σε ἄμπελος, Ἰησοῦς Παμμάκαρ, φέρων ἐπιγνώσεως βότρυας, ἐν τοῖς ληνοῖς μαρτυρίου οἶνον βλύζοντας, τὰς καρδίας πάντων, πιστῶν τὸν εὐφραίνοντα.

 

Μεμακάρισαι γνησίως, μαθητεύσας τῷ  κήρυκι, μεμαθητευμένῳ, Λόγῳ μακαρίσαντι Πάνσοφε, τοῦτον ἀξίως λαβόντα ἀποκάλυψιν, ἐκ Πατρὸς οὐρανίου σαφῶς, ὡς θερμότατον.

Θεοτοκίον

Ἀναπλάττεις συντριβεῖσαν, καὶ φθορᾷ ὑποκύψασαν, τὴν βροτείαν φύσιν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα ἀπειρόγαμε, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

 

Τοῦ Ἁγίου Πέτρου

 

Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ

Τὴν τῶν ἀρετῶν ὁδεύων τρίβον Πάτερ, ἔφθασας μονὰς τὰς ἄνω θεοφόρε, ἱερωσύνης τῷ  χρίσματι διαπρέπων, καὶ μαρτυρίου λάμπων αἵματι.

 

Ὄμβροις καὶ κρουνοῖς τῶν σῶν αἱμάτων Μάκαρ, ἔσβεσας ἡμῖν, τὴν κάμινον τῆς πλάνης, καὶ διωκόντων ἠφάνισας τὴν ὁμίχλην, Ἱερομάρτυς ἀξιάγαστε.

 

Νέος τις Πέτρος ἐδείχθης ἡμῖν ὄντως, ἀποστολικοῖς χαρίσμασιν ἐκλάμπων, ἱερουργός τε καὶ μάρτυς τῶν παθημάτων, τῶν τοῦ Δεσπότου σου Πανόλβιε.

Θεοτοκίον

Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε· Χαῖρε ἡ χαρὰν κυήσασα τῷ  κόσμῳ, Χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, Χαῖρε τὸ πάντων περιτείχισμα.

 

Τοῦ Ἁγ. Κλήμεντος

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Ἀσεβεῖς οὐκ ὄψονται τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε».

 

Μαρτυρίου αἵματι φοινίξας ἱερῶς, τὴν στολήν σου τὴν ἱεράν, λαμπροτέραν Ἔνδοξε, ἐναπετέλεσας, μεθ' ἧς εἰς τὰ Ἅγια, τῶν Ἁγίων προσεχώρησας.

 

Ἀναιμάκτους ἔθυσας θυσίας τῷ  Χριστῷ, τῷ  τυθέντι ὑπὲρ ἡμῶν, καὶ τυθεὶς προσήνεξαι, τούτῳ ὡς σφάγιον, καθαρὸν καὶ ἄμωμον, Ἀθλητὰ Θεομακάριστε.

 

Ῥώμης προεδρεύσαντα, ὡς Πέτρου φοιτητήν, καὶ τὴν ποίμνην τὴν ἱεράν, ἱερῶς ποιμάναντα ὦ Ἱερώτατε, ἡ Σιὼν ἡ ἄνω σε, νῦν πολίτην προσελάβετο.

Θεοτοκίον

Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς  ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.

 

Τοῦ Ἁγίου Πέτρου

 

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε ΤΟ ΑΚΟΥΤΕ

Τῇ πέτρᾳ ἐρεισθεὶς τῇ τῆς πίστεως, Ἀθλοφόρε, ἀκλινὴς διέμεινας, ἐν πειρασμῶν περιστάσεσι.

 

Ῥομφαίᾳ τῇ φλογίνῃ τοῦ Πνεύματος, Ἱεράρχα, Ἄρειον τὸν βλάσφημον, τῇ θείᾳ ψήφῳ κατέσφαξας.

 

Ἰσχὺϊ κρατυνόμενος Ἔνδοξε, τοῦ Σωτῆρος, τοῦ ἐχθροῦ τὴν δύναμιν, καὶ τὴν ἰσχὺν κατεπάτησας.

Θεοτοκίον

Κατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα, τὸν κυβερνήτην καὶ Κύριον.

 

Τοῦ Ἁγίου Κλήμεντος

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».

 

Ὑποβάθραν, καὶ θεμέλιον Πέτρου τὰ λόγια, κεκτημένος, σεαυτὸν ἐδομήσω ὡς ἔμψυχον, τῆς Τριάδος οἶκον, καὶ ναοὺς τῶν εἰδώλων κατέρραξας.

 

Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος κεκύλισαι, καὶ τῆς πλάνης, τὸ ὀχύρωμα ὅλον συνέτριψας, Ἱεράρχα Κλήμη, Ἀθλοφόρε Χριστοῦ γενναιότατε.

 

Ἀπείληφας, τοὺς τῆς νίκης στεφάνους γηθόμενος, ὡς νικήσας, τοῖς   ἀγῶσιν ἐχθροῦ τὰ παλαίσματα, Ἱερομαρτύρων, ἱερὸν καὶ σεπτὸν ἀκροθίνιον.

Θεοτοκίον

Μεμύηται, Ἡσαΐας τὸ βάθος τοῦ τόκου σου, καὶ Παρθένον, ἐν γαστρί σου ἐκήρυξεν ἔχουσαν, τὸν δι' εὐσπλαγχνίαν, σαρκωθέντα ἐκ σοῦ Ἀπειρόγαμε.

 

Τοῦ Ἁγίου Πέτρου

 

Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ

Σωφρόνως καὶ δικαίως τῷ  Θεῷ, σὺ πολιτευσάμενος, τέλος μακάριον, παρ' αὐτοῦ ἐκομίσω Παμμακάριστε.

 

Ὁλόκληρον θυσίαν καὶ δεκτήν, σαυτὸν προσενήνοχας, Πέτρε θεσπέσιε, τῷ  θυσίαν διὰ σὲ γενομένῳ Θεῷ.

 

Λογίων τῶν τοῦ Πνεύματος πλησθείς, Πνεύματι κινούμενον, ὄργανον γέγονας, μελῳδῶν Θεοφάντορ τὰ ἀπόρρητα.

Θεοτοκίον

Ναὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλλομεν.

Ὁ Εἱρμὸς

«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

 

Κοντάκιον τῶν Ἁγίων

Ἦχος δ'  Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ἐκκλησίας ἄσειστοι, καὶ θεῖοι πύργοι, εὐσεβείας ἔνθεοι, στῦλοι ὡς ὄντες κραταιοί, Κλήμη σὺν Πέτρῳ πανεύφημοι, ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.

Ὁ Οἶκος

Ἀπεριτρέπτῳ καὶ στερρᾷ σεπτῇ ὁμολογίᾳ οἱ λάμψαντες ἐν κόσμῳ, καὶ φαίνοντες ἀρρήτως, σήμερον χαίρουσι καλῶς, Κλήμης, τὸ ὡραῖον ὄντως κλῆμα τοῦ Χριστοῦ, τὸ τρέφον κόσμον βότρυσι τοῖς τῆς θεογνωσίας, Πέτρος τε, ἡ ἑδραία καὶ ἄθραυστος πέτρα τῶν δογμάτων τοῦ Σωτῆρος. Ἀμφότεροι τῆς θείας χάριτος οἱ λατρευταί, καὶ μύσται τῆς ἀρρήτου σοφίας, καὶ τῆς σεπτῆς Ἐκκλησίας οἱ προστάται οἱ θερμοί, οἱ βοηθοῦντες τοῖς κάμνουσι παντοίοις δεινοῖς, καὶ σῴζοντες τοὺς βοῶντας· Ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης.

Στίχοι

·       ·        Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,

·       ·        Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας.

Στίχοι

·       ·        Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,

·       ·        Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

·       ·        Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,

·       ·        Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

·       ·        Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,

·       ·        Ἤθλησε νῷ  νήφοντι μέχρι καὶ τέλους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

·       ·        Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους,

·       ·        Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.

Στίχοι

·       ·        Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον,

·       ·        Αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐγένιος, &