ΑΚΟΛΟΥΘΙΑ
Τοῦ ἐν
Ἁγίοις Πατρὸς ἡμῶν
ΝΕΚΤΑΡΙΟΥ
Ἐπισκόπου
Πενταπόλεως τοῦ Θαυματουργοῦ
ΨΑΛΛΟΜΕΝΗ Τῌ
Θ' ΝΟΕΜΒΡΙΟΥ
ΕΝ Τῼ
ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους
δ' κάι ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος
δ'
Ὡς
γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ὁσίων τοῖς ἴχνεσιν, Ἱεράρχα
Νεκτάριε, ἐν ἐσχάτοις ἔτεσιν ἠκολούθησας,
τῇ καθαρᾷ πολιτείᾳ
σου, καὶ τρόπων χρηστότητι, καὶ φρονήσει ἀληθεῖ,
καὶ ἀγάπης ταῖς
χαρίσι· διὰ τοῦτο σε, ὁ τῶν ὅλων
Δεσπότης ἁγιάσας, τῶν Ἁγίων τῇ χορείᾳ περιφανῶς σε ἠρίθμησε.
Ὡς τὸ νέκταρ τῆς χάριτος,
φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ
σου, τῇ τῶν σῶν λόγων
γλυκύτητι, εὐφραίνεις ἐν Πνεύματι, τὰς ψυχὰς
τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος,
καὶ θαυμάτων σου, ταῖς
ἀκτῖσιν ἀεὶ καταπυρσεύεις, τοῦ
Χριστοῦ τὴν Ἐκκλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου.
Εἰς ὀσμὴν τὴν οὐράνιον,
τῶν τιμίων λειψάνων σου, δοξασθέντων χάριτι θείου
Πνεύματος, μέτ' εὐλαβείας προστρέχοντες, Νεκτάριε
Ὅσιε, ἐξ αὐτῶν ἁγιασμόν, καὶ παθῶν
ἀπολύτρωσιν κομιζόμεθα, καὶ ἰάσεις λαμβάνουσι
ταχείας, οἱ νοσοῦντες ἀνιάτως, μεγαλοφώνως
τιμῶντές σε.
Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ
κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν,
σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ
τῇ νήσῳ δέ, δίδου Πάτερ δαψιλῶς, τὴν θερμήν σου ἀντίληψιν πρὸς
τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ καθικετεύων,
σὺν τῷ ταύτης Ποιμενάρχῃ,
Διονυσίῳ τῷ μάκαρι.
Δόξα...
Ἦχος α'
Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ
φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν·
οὗτος γὰρ ἐν ταῖς καθ' ἡμᾶς ἡμέραις,
ἐν ὁσίοτητι καὶ ἀληθείᾳ, θεοπρεπῶς
πολιτευσάμενος, τῶν πάλαι Ἁγίων, τὰς ἀρετὰς
ἀνεμάξατο, καὶ σκεῦος ἐκλογῆς, κατὰ
Παῦλον γενόμενος, ἐπαξίως δεδόξασται, τῇ ἁγιαστικῇ
τοῦ Πνεύματος χάριτι, παρέχων ἑνὶ ἑκάστῳ,
τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς Ἱεράρχης
ἐνθεώτατος.
Καὶ
νῦν ... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη,
καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε
τῷ ἐξ ἀγνῶν λαγόνων
σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Ἀπόστιχα
Ἦχος
β'
Οἶκος
τοῦ Ἐφραθᾶ ΤΟ
ΑΚΟΥΤΕ
Νέκταρ τὸ νοητόν, τῆς χάριτος
τῷ λόγῳ, Νεκτάριε
πηγάζεις, Χριστοῦ τῇ
Ἐκκλησίᾳ, ὡς καθαρθεὶς τῷ πνεύματι.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε
ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί
σου ἀγαλλιάσονται.
Μέγας ὡς ἀληθῶς, θεράπων τοῦ
Κυρίου ἐν τοῖς ἐσχάτοις χρόνοις, Νεκτάριε
ἐδείχθης, καὶ τοὺς Πιστοὺς ἐστήριξας.
Στίχ. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Χαίρει πνευματικῶς, Χριστοῦ ἡ Ἐκκλησία,
ὁρῶσά σου τὴν χάριν,
ἣν οὐρανόθεν εὗρες, Νεκτάριε Πατὴρ ἡμῶν.
Δόξα...
Τριαδικὸν
Σοὶ πρεπει Παντουργέ, Τρισήλιε Θεότης,
ἡ αἴνεσις καὶ δόξα, ὅτι τὸν Ἱεράρχην,
τὸν θεῖόν σου ἐδόξασας.
Καὶ
νῦν ... Θεοτοκίον
Λόγοις ἐν ἱεροῖς, κηρύττει
σου τὴν δόξαν Παρθένε
Θεοτόκε, Νεκτάριος ὁ θεῖος, ὁ δοξασθεὶς τῷ Πνεύματι.
Ἀπολυτίκιον Ἦχος α'
Τῆς
ἐρήμου πολίτης ΤΟ
ΑΚΟΥΤΕ
Σηλυβρίας τον γόνον καὶ Αἰγίνης
τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα,
ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν
πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις
γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς
κραυγάζουσι· δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν
ἰάματα.
Ἕτερον Ἦχος δ'
Ταχὺ
προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης
σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς,
Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις,
καὶ νοσοῦντας ἰᾶσαι, τους πιστῶς προσιόντας,
τοῖς θείοις λειψάνοις
σου.
Καὶ
νῦν ... Θεοτοκίον
Το ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ
Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε
τοῖς ἐπὶ γῆς
πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ
ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας
τον Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς
ἡμῶν.
Ἀπόλυσις
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν
Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ
τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς'
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α'
Ὢ
τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ἐν
ἐσχάτοις καιροῖς, ὥσπερ
λύχνος πάμφωτος, Νεκτάριος ὁ σοφός, τῷ κόσμῳ ἔλαμψε, καὶ ηὔγασε
τοῖς πιστοῖς, Εὐαγγελίου τὸ φῶς τὸ ὑπέρλαμπρον,
ἐν λόγῳ θεοπρεπεῖ, καὶ πολιτείᾳ ἀμέμπτῳ
καὶ κρείττονι. Ὅθεν τῇ
τοῦ Παρακλήτου, δωρεᾷ δεδόξασται, καὶ παρέχει
ἀπαύστως, τοῖς αἰτοῦσι τὰ ἰάματα.
Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ!
Σὺ γὰρ ὡς ὑπέσχου, θαυμαστῶς ἐδόξασας,
Νεκτάριον τὸν σοφόν, ὡς φίλον γνήσιον, θαυμάτων
τῇ δωρεᾷ, τον σὲ δοξάσαντα βίου λαμπρότητι,
δεικνύων πᾶσι σαφῶς, τῆς πρὸς σὲ Σῶτερ
ἀγάπης τὴν δύναμιν. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, τῶν
πταισμάτων ἄφεσιν, καὶ εἰρήνην τελείαν, ἡμῖν
δίδου Ὑπεράγαθε.
Σήμερον λαμπρῶς εὐφραίνονται, τῇ
καινῇ σου μνήμῃ, τῶν πιστῶν οἱ σύλλογοι,
Νεκτάριε ἱερέ, ὑμνολογοῦντες σε, χορεύει δὲ
μυστικῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία τῇ δόξῃ σου, ἑδραίωμα
ἀρραγές, ἐν ταῖς ἐσχάταις ἡμέραις
εὑροῦσά σε· ἐξαιρέτως δὲ ἡ νῆσος,
τῆς Αἰγίνης γάννυται, ὥσπερ ὄλβον πλουτοῦσα,
τὰ μυρίπνοά σου λείψανα.
Προσόμοια
ἕτερα
Ἦχος
β'
Ποίοις
εὐφημιῶν ΤΟ
ΑΚΟΥΤΕ
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν
τὸν Ἱεράρχην; τὸν ἀρτιφανῶς ἀναλάμψαντα,
καὶ τὴν Ἐκκλησίαν φαιδρύναντα, ταῖς τῆς εὐσεβείας λαμπηδόσι·
τὸ νέον, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα,
τῶν πάλαι, Ἀρχιερέων τὸν ὁμόζηλον·
τῇ γὰρ αὐτῶν πολιτείᾳ, νουνεχῶς στοιχήσας,
ἐδοξάσθη παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος,
δι' αὐτοῦ τὸ μέγα ἔλεος.
Ποίοις μελωδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν
τὸν Ἱεράρχην; τοῦ Θεοῦ τὸν θεῖον θεράποντα,
καὶ τῶν ἀρετῶν τὸ κειμήλιον, τῆς
θεολογίας τὴν κιθάραν, τὸν ἄρτι τῇ Ἐκκλησίᾳ ἀναβλύσαντα,
τὸ νέκταρ, τῆς εὐσεβείας τὸ οὐράνιον,
λόγῳ τῆς χάριτος θείῳ, ἐκ σοφῶν
χειλέων, καὶ θαυμάτων τὴν δωρεάν, θεόθεν
δεξάμενον, τὸν θεόληπτον Νεκτάριον.
Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν
σε Ἱεράρχα; τον ἐν μέσῳ κόσμου βιώσαντα,
βίον ἀληθῶς ἐνθεώτατον, πράξεσιν ὁσίαις
καὶ ἀμέμπτοις, ἐντεῦθεν, Μονήν ἁγίαν
Θεῷ ἵδρυσας, ὡς ἄλλον, ψυχῶν λιμένα ἀκλυδώνιστον,
ἐν τῇ Αἰγίνῃ τῇ νήσῳ, ἣν ἀπαύστως
σκέπε, σὺν τῷ ταύτης καθηγητῇ, Νεκτάριε Ὅσιε,
Διονυσίῳ τῷ θεόφρονι.
Δόξα...
Ἦχος πλ. β'
Σήμερον φαιδρῶς ἐξέλαμψεν, ὡς
ἀστὴρ νεοφανής, ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου
Νεκταρίου, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε
οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἐν φωνῇ
ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν· χαίροις
ὁ τῶν πάλαι Ὁσίων, χαρακτηρίσας τὴν
ζωήν, ἐν ἡμέραις πονηραῖς, ἐν αἷς ἡ
τῶν πολλῶν ἀγάπη ἐψύγη, ὡς ἔφη ὁ
Σωτήρ, χαίροις ὁ τῇ
παιδείᾳ τὴν ἀρετὴν συνάψας, καὶ
τῷ λόγῳ τῆς σοφίας
σου, τῶν πιστῶν τὰς ψυχὰς φαιδρύνας, χαίροις
Ἀρχιερέων καλλονή, τῆς Αἰγίνης προστάτης,
καὶ τῆς οἰκείας Μονῆς, ἀντιλήπτωρ
θερμότατος. Διὸ παμμάκαρ Νεκτάριε, τῷ τῆς
θείας μεγαλωσύνης θρόνῳ παριστάμενος, ἀπαύστως
ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν
ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν ... Ὁ αὐτὸς
Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε,
τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον;
ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας
Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ
τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων
τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας,
καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ' ἐγκωμίων,
καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ.
Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς
ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα
δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον
οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ
στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον
δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς
ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί
μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις
παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν
ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ
δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν·
σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα
τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα
ἐστὶ τοῖς νοοῦσι,
καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα
γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι,
ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον
οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ
δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία
γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ
τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ,
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ
ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο
ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες
ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν,
χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας·
Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται
αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς
γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις
διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται
σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας,
δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ.
Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει
γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ
γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ
τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας
δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται
ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς
εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ
κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ
ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα
νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων
Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι
τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις
τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς
εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ
φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν,
ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ
ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν,
ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων,
σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις
καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς
ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν
ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον
τῷ Κυρίω, καὶ ἐδεήθην
αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ
ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ
σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα
δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων,
καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι
καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν
θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς
ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν
ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου
δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση
με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ
καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Εἰς τὴν Λιτήν,
Ἰδιόμελα.
Ἦχος
α'
Εὐφραίνου ἐν Κυρίῳ, ἡ
Ὀρθόδοξος Ἐκκλησία, ἀγάλλου καὶ χόρευε,
ἡ νύμφη ἡ ἐκλεκτή, τοῦ οὐρανίου
Βασιλέως. Ἰδοὺ γὰρ ἐν τῇ καθ' ἡμᾶς
γενεᾷ, ὁ ἀληθὴς τοῦ Χριστοῦ Ἱεράρχης,
Νεκτάριος ὁ Ὅσιος, τὰ πάλαι σοι θεόθεν
δεδογμένα, ἔτι ἅπαξ σφραγίζει, καὶ διαπρυσίως
κηρύττει, τῇ δόξῃ
ᾗ ἐδοξάσθη, παρὰ τοῦ μόνου Θεοῦ. Ὅθεν
στῦλον καὶ ἑδραίωμα, τοῦτον κεκτημένη, καὶ
τῶν θαυμάτων αὐτοῦ τὴν χάριν ὁρῶσα,
τῷ νυμφίῳ σου βόησον,
Κύριε δόξα σοι.
Ἦχος
β'
Τὶς μὴ σκιρτήσει; τὶς μὴ
χορεύσει τῷ πνεύματι, ἐπὶ
τῇ νέᾳ πανηγύρει, τοῦ Ἱεράρχου Νεκταρίου;
πᾶσα γὰρ ψυχὴ ἀγάλλεται, ὁρῶσα τοῦτον
δεδοξασμένον, καὶ τῶν Ἁγίων ἰσοστάσιον,
καὶ ἐν θαύμασι περιφανῆ· ὅθεν τῆς ζωῆς
αὐτοῦ τὴν λαμπρότητα, καὶ τῶν προτερημάτων
τὴν ὁσιότητα, μακαρίζοντες βοήσωμεν· Ἰησοῦς
Χριστός χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ
εἰς τοὺς αἰῶνας.
Ἦχος
γ'
Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν,
τῷ Ἱερομύστῃ
Νεκταρίῳ, προσφόρως βοήσωμεν λέγοντες· Μακάριος
εἶ, καὶ καλῶς σοι ἔσται, παμμακάριστε Πάτερ·
σὺ γὰρ σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος,
οὐρανόφρων ἐν βίῳ ὤφθης, καὶ Ἱεράρχης
ὅσιος καὶ ἄκακος, καὶ ἱεροπρεπῶς τὰ
πρὸς Θεὸν τελέσας, σοφῶς διηκόνησας, τῇ Ἐκκλησίᾳ
τοῦ Χριστοῦ, καὶ ἐν θαύμασιν ἀξίως
δοξασθείς, τοὺς ἐν ἀνάγκαις προφθάνεις, καὶ
παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς
σωτηρίαν αἰτήματα.
Ἦχος
δ'
Τῷ λόγῳ
τῆς χάριτος διαπρέψας, τοῦ Εὐαγγελίου τῆς
εἰρήνης, ἐργάτης δόκιμος ὤφθης, Πάτερ
Νεκτάριε, καὶ στόμα θεῖον προφητικῶς, καὶ τῆς
κοσμικῆς ἀποστὰς συγχύσεως, δι' ἡσυχίας Θεῷ
ἡνώθης, ἐν τῇ νήσῳ Αἰγίνῃ
γενόμενος· ἐν ᾗ ψυχῶν ἐγείρας φροντιστήριον,
καὶ τύπος ἀρετῶν ταῖς μοναζούσαις γεγονώς, καὶ
πατὴρ καὶ διδάσκαλος, τὸν ὁσίοις πρέποντα
ὕπνον κεκοίμησαι, πρεσβεύων ἀπαύστως, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτὸς
Ὡς ἱερὸς ὁ βίος σου, καὶ
τῷ Θεῷ εὐάρεστος,
θεοφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ
καθ' ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι!
Τὶς οὖν μὴ θαυμάσει σε, τὸν ὄντως ἀξιάγαστον;
ἢ τὶς μὴ δοξάσει σε, τὸν παρὰ Θεοῦ
δοξασθέντα; πηγὴ γὰρ ἰαμάτων ὤφθησαν, τὰ
θεῖά σου λείψανα· χαλεπὰς γὰρ ἀσθενείας
ἰῶνται, καὶ πνεύματα διώκουσιν ἀκάθαρτα,
καὶ πᾶς πιστῶς προστρέχων, ψυχῶν σωτηρίαν
λαμβάνει καὶ σωμάτων θεραπείαν, Χριστὸν δοξάζων,
τὸν θαυμαστῶς σε δοξάσαντα.
Δόξα...
Ἦχος πλ. α'
Δεῦτε τῶν πιστῶν αἱ πατριαί,
δεῦτε ἐν Αἰγίνῃ συνδράμωμεν, ξενοπρεπῆ
θαυμάσια, ἃ ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀρτίως
ἐργάσατο· τὸν γὰρ θεόφρονα Νεκτάριον, ὡς
εὐαγγελικῶς ἐμπρέψαντα, ἀθανάτοις χάρισι
δοξάζει, ὡς ἀψευδῶς ἐπηγγείλατο. Ὅθεν
καὶ τὰ σεπτὰ αὐτοῦ ὀστέα, πλήρη
εὐωδίας ἀνέδειξε καὶ πηγῆν ἰάσεων,
τοῖς εὐλαβῶς προσιοῦσιν, ἐξ ὧν ὀσμῆς
ζωῆς ἐμφορούμενοι, δαβιτικῶς βοήσωμεν. Μέγας
εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται
πέρας, δι' ἧς φιλάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,
καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατά χρέος,
τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ
προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια
Ἦχος
πλ. α'
Χαίροις
ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς,
ἐξανατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ
αἴγλῃ τῶν σῶν θαυμάτων, φωταγωγῶν νοητῶς,
τους ἐσκοτισμένους ἐν τοῖς πάθεσιν· ὁ
νοῦς ὁ θεόληπτος, ὁ φωτὸς θείου ἔμπλεως,
ὁ ἐν τῷ νόμῳ, μελετήσας ὡς γέγραπται,
τοῦ Θεοῦ ἡμῶν, ἐν συνέσει Νεκτάριε·
λύχνος ὁ παμφαέστατος, ὁ ἤδη τῷ βίῳ σου, τῆς εὐσεβείας
τὸ φέγγος, αὐγάζων Πάτερ τοῖς πέρασι. Χριστὸν ἐκδυσώπει,
ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει
σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βίον πνευματικὸν διελθών, ἐν οὐρανίῳ
Ἱεράρχα φρονήματι, τοῦ Πνεύματος τοῦ Ἁγίου,
δοχεῖον ὤφθης σεπτόν, ταπεινοφροσύνῃ σεμνυνόμενος,
καὶ τρόποις χρηστότητος, καὶ ἀπλάστοις σου ἤθεσι,
τὴν τῆς ψυχῆς σου, ὑποφαίνων λαμπρότητα,
δι' ἧς γέγονεν, ἐν ἁγίοις ὁ κλῆρός
σου. Ὅθεν τὴν τῶν λειψάνων σου σορὸν τὴν μυρίπνοον, περικυκλοῦντες βοῶμεν,
ἐν κατανύξει Νεκτάριε· ἡμῖν σωτηρίαν,
καὶ ψυχῶν τε καὶ σωμάτων, δίδου ἑκάστοτε.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε
ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί
σου ἀγαλλιάσονται.
Χαίρει ἡ Ἐκκλησία Χριστοῦ,
δεδοξασμένον σε ὁρῶσα Νεκτάριε, ἐν δόξῃ
τῇ οὐρανίῳ,
καὶ μεγαλύνει Χριστόν, τὸν θαυματουργὸν σε ἀναδείξαντα·
ἡ νῆσος Αἰγίνης δέ, ἐξαιρέτως φαιδρύνεται,
ὡς κεκτημένη τὴν σορὸν τῶν λειψάνων σου, ὡς
ἀκένωτον, θησαυρὸν ἁγιάσματος. Πλέον δὲ
τούτων γάννυται, Μονή σου ἡ ἔνθεος, πρὸς σὲ
ἀεὶ ἀφορῶσα, καὶ ἐκβοῶσα σὺν δάκρυσι·
Σὺ δόξα μου πέλεις, καὶ ἀντίληψις καὶ
σκέπη, Πάτερ καὶ ἔφορος.
Δόξα...
Ἦχος πλ. δ'
Ἔχει μὲν ἡ οὐράνιος Ἱερουσαλήμ,
τὴν ἡγιασμένην ψυχήν σου, σὺν τοῖς τῶν
Ἁγίων πνεύμασιν, ἀοίδιμε Νεκτάριε. Ἔχει
δὲ καὶ ἡ νῆσος Αἰγίνης, τὰ χαριτόβρυτά
σου λείψανα, πλοῦτον θεόσδοτον, καὶ ἰατρεῖον
ἄμισθον, παντοίων ἀρρωστημάτων, καὶ πάσης
θλίψεως· ἐν αὐτοῖς γὰρ προστρέχοντες,
πανταχόθεν οἱ πάσχοντες, τάς ἰάσεις κομίζονται,
καὶ τα πρὸς σωτηρίαν αἰτήματα, καὶ εὐχαρίστῳ
φωνῇ δοξάζουσι, τον σὲ δοξάσαντα Κύριον· ᾧ
πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν
ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ
Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει, σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον Ἦχος α'
Τῆς
ἐρήμου πολίτης ΤΟ
ΑΚΟΥΤΕ
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης
τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα,
ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί,
ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις
γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς
κραυγάζουσι· δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν
ἰάματα.
Ἕτερον Ἦχος δ'
Ταχὺ
προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης
σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς,
Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ
δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας
ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.
Καὶ
νῦν ... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον,
καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ
Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ
ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας
τον Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς
ἡμῶν.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα
Ἦχος
α'
Τὸν
ταφον σου Σωτὴρ ΤΟ
ΑΚΟΥΤΕ
Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις
τοῖς χρόνοις, ἀνέτειλας
ἡμῖν, τῇ ὁσίᾳ
ζωῇ σου, Νεκτάριε Ὅσιε, καὶ πρὸς δόξαν καὶ
αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων
Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ,
θαυμάτων δυνάμεσι.
Δόξα...
Ὅμοιον
Ἰάσεις δαψιλεῖς, καθ' ἑκάστην
ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ,
ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ,
τοὺς προστρέχοντας, μέτ' εὐλαβείας καὶ πόθου,
τῇ σῇ Μονῇ Ἅγιε.
Καὶ
νῦν ... Θεοτοκίον
Αἱμάτων ἐξ ἀγνῶν, τὸν
Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὃ ἦν,
μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ
τόκον καὶ ἄφραστον· ὅθεν ἅπαντες, τὰ
μεγαλεῖά σου Κόρη, μεγαλύνομεν, καὶ τῇ θερμῇ
σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα
Ἦχος
γ'
Τὴν
ὡραιότητα ΤΟ
ΑΚΟΥΤΕ
Τὴν καθαρότητα, τῆς πολιτείας σου,
καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων
σου, ὡς προσφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης,
ἰαμάτων κρήνην σε, ἐν Αἰγίνῃ ἀνέδειξε,
τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις
σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι
καὶ θείαν εὐωδίαν.
Δόξα...
Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Καταπλήττει ἀληθῶς, τὰς διανοίας
τῶν πιστῶν, ἡ δοθεῖσα σοι σοφέ, θαυμάτων χάρις
ἐκ Θεοῦ, ἡ ἐν τοῖς θείοις λειψάνοις
σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ, τῇ σῇ συρρέουσι, πλήθη εὐσεβῶν
ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγείαν
λαμβάνουσι, τῇ ἀντιλήψει
σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστὸν ὑμνοῦντες,
τὸν ἁγιάσαντά σε Ὅσιε.
Καὶ
νῦν ... Θεοτοκίον
Ὁ τῶν ὅλων συνοχεύς, καὶ τῶν
αἰώνων Ποιητής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος
τῇ θείᾳ σου γαστρί,
μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄχραντε,
διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέδραμεν,
ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ
τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ
πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει,
Θεογεννῆτορ, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα
Ἦχος
πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδόξων δογμάτων ἑρμηνευτής,
διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε,
Ἱεράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις,
ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην,
καὶ τρίβον σωτήριον. Ὅθεν ἐν Αἰγίνῃ,
θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς
ψυχῶν περιποίησιν, Θεοφόρε Νεκτάριε· ἐν ᾗ
Μοναζουσῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα
λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Μανναδόχον σε στάμνον καὶ λογικήν,
φωτοφόρον λυχνίαν καὶ θεαυγῆ, ὁ Θεῖος Νεκτάριος,
ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγωγίαις, ψυχὴν καὶ
διάνοιαν, ὡς ἀρετῆς ἐργάτης, ἀξίως
πεφώτισται· ὅθεν σε παρθένον, ἐν ταὐτῷ
καὶ Μητέρα, Χριστοῦ πανακήρατον, ὀρθοδόξως ἐκήρυξε,
Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ
σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως,
σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄρρητον δόξαν
σου.
Τὸ α' Ἀντίφωνον
τοῦ δ' Ἤχου.
Ἀντίφωνον
Α'
·
·
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ'
αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
·
·
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε
ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ
ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν ...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ
ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε
ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί
σου ἀγαλλιάσονται.
Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ.
κδ'. 42-47)
Εἶπεν ὁ
Κύριος, γρηγορεῖτε...
Ὁ
Ν' Ψαλμὸς
Δόξα...
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις
ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ
νῦν ...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὰ ὀνόμημά μου.
Ἰδιόμελον Ἦχος πλ. β'
Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ
νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς
ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν
πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων
λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ
ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς
ἐλλάμψεις δεχόμενος· ἡμῖν δὲ ἐξαιτεῖται,
κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν,
καὶ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες.
Τῆς Θεοτόκου εἰς ς' καὶ τοῦ Ἁγίου οἱ
δύο εἰς η'.
Κανὼν τῆς Θεοτόκου
φέρων τὴν δὲ ἀκροστιχίδα.
Χαρᾶς
νοητῆς ἀξίωσόν με Κόρη. Γερασίμου.
ᾨδὴ
α' Ἦχος
α'