ΤΗΣ ΑΓΙΑΣ ΣΚΕΠΗΣ

ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ

ΘΕΟΤΟΚΟΥ

 

Ψαλλομένη τῇ α' Ὀκτωβριου

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.

 

Ἠχος α'  τῶν   οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Τῶν εὐσεβούντων τὰ στίφη, καὶ μοναστῶν ἡ πληθύς, δεῦτε συμφώνως πάντες, εὐλαβῶς προσκυνοῦντες, τὴν Σκέπην τῆς Ἀχράντου Μητρὸς τοῦ Θεοῦ, μεγαλύνωμεν σήμερον, τὴν παραδόξως ὀφθεῖσαν ἐν τῷ ναῷ, Βλαχερνῶν τοὺς πιστοὺς σκέπουσαν.

 

Σκέπη ὑπάρχεις τοῦ κόσμου Θεοχαρίτωτε, σκέπουσα τοὺς σοὺς δούλους, τοὺς πιστῶς σε ὑμνοῦντας, καὶ πόθῳ τὴν εἰκόνα σου τὴν σεπτήν, προσκυνοῦντας Πανάχραντε, καὶ σοῦ τῆς Σκέπης τὴν χάριν πανευλαβῶς, αἰτουμένους διασῴζεις δεινῶν.

 

Πειρατηρίων κινδύνων τε καὶ κακώσεων, ἐκ πολυτρόπων σῷζε, τὴν σὴν ποίμνην Παρθένε, τῇ Σκέπῃ σου τῇ θείᾳ πάντας ἡμᾶς, συντηροῦσα καὶ σκέπουσα, ἐκ πειρασμῶν ἀοράτων καὶ ὁρατῶν· πρὸς σὲ μόνην γὰρ ἐλπίζομεν.

 

Πόθῳ τὴν θείαν σου Σκέπην Παρθενομῆτορ Ἁγνή, μεθ' ἧς σκέπεις σοὺς δούλους, προσκυνοῦμεν ἐν πίστει, δεόμενοι βοῶντες, πάντας ἡμᾶς σκέπε, φρούρει καὶ φύλαττε, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ἐκ πυρός, τοῦ ἀσβέστου ἡμᾶς λύτρωσαι.

Δόξα... καὶ νῦν... Ἠχος α'

Δεῦτε πιστῶν ἡ ὁμήγυρις πᾶσα, καὶ μοναζόντων ὁ θίασος, τὴν τῆς Παρθένου πυρίμορφον Σκέπην, τὴν ἡμᾶς περισκέπουσαν, καὶ διασῴζουσαν μεγαλύνωμεν, καὶ τοῖς ὕμνοις κροτοῦντες, πνευματικῶς ἑορτάσωμεν, καὶ χαριστήριον αἶνον τῇ Παρθένῳ προσοίσωμεν, ὡς δι' αὐτῆς σκεπόμενοι, πάντων δεινῶν, ἐκλυτρούμεθα καὶ ἐν ὥρᾳ τῇ φοβερᾷ τῆς ἐτάσεως, δι' αὐτῆς σωθῆναι ἐλπίζομεν καὶ λαβεῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν στίχον, προσόμοια

 

Ἦχος β'  Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Σκέπη πανευκλεής, Μητρὸς τοῦ Θεοῦ Λόγου, σκέπε φρούρει καὶ σῷζε, ἀπὸ παντοίας βλάβης, τοὺς εὐλαβῶς τιμῶντάς σε.

 

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

 

Ἐλπὶς χριστιανῶν, Παντάνασσα Μαρία, χάριτι τῆς σῆς Σκέπης, περίσῳζε τοὺς πόθῳ, ταύτην τιμῶντας σήμερον

 

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

 

Λύσιν τῶν   δυσχερῶν καὶ κτῆσιν τῶν   ἀρίστων, βράβευσον σοῖς ἱκέταις, χάριτι τῆς σῆς Σκέπης, Μαρία μητροπάρθενε.

Δόξα...

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν καὶ τῇ σῇ Σκέπῃ, σκέπουσα ἡμᾶς πάντας, Παρθένε Θεονύμφευτε.

Καὶ νῦν...

Ὕμνοις χρεωστικῶς, μοναζόντων τὰ στίφη, τιμήσωμεν ἐν ὕμνοις, τὴν Σκέπην τῆς Πανάγνου, τὴν πάντας πιστοὺς σκέπουσαν.

 

Ἀπολυτίκιον  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Τῆς Σκέπης σου τὴν χάριν ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου ἐφήπλωσας τοῖς  πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς  πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπη σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε.

 

Καὶ γίνεται Ἀπόλυσις

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, Ἱστῶμεν στίχους η' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.

 

Ἦχος α' 

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Ὢ τοῦ παραδόξου θαύματος, τοῦ ὀφθέντος ποτέ, ἐν Βλαχέρναις Βύζαντος, τῆς μόνης τὸν ποιητὴν ἡμῶν καὶ Κύριον, τεκούσης ἄνευ φθορᾶς· τὸ Ἱερὸν γὰρ μαφόριον ἥπλωσε καὶ πάντας τοὺς εὐσεβεῖς, περισκεπάσασα χαρίτων ἐνέπλησε, καὶ πρὸς εὐφροσύνην θείαν συγκαλεῖται ἅπαντας, τοῦ βοᾶν γηθοσύνως, χαῖρε Σκέπη πιστούς σκέπουσα. (Δίς)

 

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή, ὅτι τῇ σῇ Σκέπῃ, σκέπεις τοὺς ἱκέτας σου, καὶ σῴζεις ἐκ πειρασμῶν καὶ περιστάσεων, τοὺς πόθῳ σε ἐκ ψυχῆς, προσκαλουμένους πανύμνητε Δέσποινα, συμφώνως οὖν καὶ ἡμεῖς, τῷ  θαυμασίῳ Ἀνδρέᾳ κροτοῦμέν σοι, τῆς Πανυπεράγνου Κόρης, τὸ φρικτὸν τεράστιον, μαφορίου σου Σκέπης, θείαν χάριν καὶ ἀντίληψιν. (Δίς)

 

Σκέπην σου τὴν θείαν Ἄχραντε Ἀσωμάτων δῆμοι, καὶ πιστῶν ὁμήγυρις, τιμῶμεν πανευλαβῶς, περισκεπόμενοι, τῇ χάριτι τοῦ σεπτοῦ, σοῦ μαφορίου, δι' οὗ σκέπεις ἅπαντας, τοὺς πόθῳ τελοῦντας νῦν, τὴν θαυματόβρυτον ταύτην πανήγυριν, σοῦ τῆς Παναγίας Σκέπης, νέφη ἐκδιώκουσα, πειρασμῶν καὶ κινδύνων τοῦ δολίου πολεμήτορος.

 

Σκέπη τῆς Πανάγνου πάντιμε, ἡ πιστοὺς φρουροῦσα, σκέπασον τοὺς ἅπαντας, πιστοὺς χάριτι σῇ προσκαλουμένους σε, καὶ σῷζε ἐκ δυσχερῶν, πειρατηρίων παντοίων καὶ θλίψεων· σὺ γὰρ τὴν μόνην Ἁγνήν, ἐν κόσμῳ ζῶσαν σεμνῶς περιέσκεπες· ὅθεν κατὰ χρέος πάντες, σήμερον τιμῶμέν σου, τὴν ἀνάμνησιν πόθῳ, τὴν Πανύμνητον γεραίροντες.

 

Χαῖρε τῶν πιστῶν τὸ καύχημα· σὺ γὰρ μόνη πέλεις, πάντων τὸ προσφύγιον, καὶ Σκέπη ἡ κραταιὰ τῶν   προστρεχόντων σοι· διὸ τιμῶμεν τὴν σήν, μεγαλουργίαν τῆς Σκέπης σου Ἄχραντε ἣν εἶδεν ὁ θαυμαστὸς Ἀνδρέας ἐν οἴκῳ ἁγίῳ σου, ὥσπερ τῆς νεφέλης πάλαι, κιβωτοῦ τυπούσης σὲ ἐν ᾗ σκέπασον πάντας, τοὺς ἐκ πόθου ἀνυμνοῦντάς σε.

 

Δεῦτε μοναστῶν συστήματα, καὶ λαμπρὰν χορείαν, σήμερον συστήσωμεν, τιμῶντες πανευλαβῶς, τῆς τοῦ Κυρίου Μητρός, τὴν Σκέπην τὴν Ἱεράν, τήν τους πιστοὺς πανταχοῦ περισκέπουσαν, καὶ ῥύουσαν τῶν δεινῶν τοῦ πονηροῦ σκανδάλων καὶ θλίψεων, σῴζουσα πυρὸς γεέννης, ἐν ἡμέρᾳ κρίσεως, τοὺς πιστῶς προσκαλοῦντας, τὴν θερμήν αὐτῆς ἀντίληψιν.

Δόξα... Καὶ νῦν... ἦχος πλ. δ'

Τὶς μὴ θαυμάσει; τὶς μὴ δοξάσει, τὰ ὑπερφυῆ σου ἐξαίσια τερατουργήματα, Πανύμνητε Δέσποινα; καθ’ ἑκάστην γὰρ προφθάνεις διασῴζουσα, τοὺς ὑπὸ τὴν Σκέπην σου προστρέχοντας, περιφρουροῦσα καὶ θάλπουσα, τοὺς ἐπικαλουμένους τὴν θερμήν σου ἀντίληψιν· ὅθεν εὐχαρίστως γεραίρομεν ἀνυμνοῦντές σε, τὴν ἀνωτέραν τῶν   Χερουβίμ ὑπάρχουσαν, καὶ τῶν   Σεραφὶμ ὑπερτέραν, δυσωποῦντες τοῦ καταπέμψαι ἡμῖν δεομένοις σου, τὴν σὴν ἐξ  Ὕψους βοήθειαν. Σκέπασον ἡμᾶς Ὑπερύμνητε, τῇ παναλκεστάτῃ σου Σκέπῃ, ἐκ τῶν τοῦ πονηροῦ ἐπινοιῶν διασώζουσα, ἵνα πίστει καὶ πόθῳ ὑμνοῦντες δοξάζωμεν, τὴν εἰς ἡμᾶς σου προμήθειαν Ἄχραντε.

 

Εἴσοδος. Φῶς ἱλαρόν

 

Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα

 

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα

(40, 1-9,14 καὶ 28-29)

Ἐλάλησε Kύριος πρὸς Μωυσῆν λέγων, ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνία στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον τῶν  καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν   καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωυσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή.

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα

(3, 1-8)

Ἐξῆλθε Μωυσῆς εἰς τὸ ὄρος Χωρήβ, ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καὶεται πυρὶ ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων, Μωυσῆ, Μωυσῆ, ὁ δὲ εἶπε, τὶ ἐστι; Ὁ δὲ εἶπε, μὴ ἐγγίσῃς ὧδε. Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν, ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαάκ καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν  ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα

(43, 27 καὶ 44, 14)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν  Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλάμ της πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

 

Εἰς Τὴν Λιτὴν ἰδιόμελα  Ἦχος α'

Μέγα καὶ παράδοξον θαῦμα σήμερον, ὁ θαυμαστὸς Ἀνδρέας τεθέαται, ἐν τῷ περιβλέπτῳ ναῷ τῶν Βλαχερνῶν· ἡ γὰρ Παντάνασσα Δέσποινα, λαμπροφανὴς ἐπιστᾶσα, ὑπ' Ἀγγέλων δορυφορούντων προπεμπομένη, μέσον δὲ τοῦ Βαπτιστοῦ, καὶ Θεολόγου Ἰωάννου χειροκρατουμένη, ἔνδον τῶν  ἀδύτων εἰσελθοῦσα καὶ τὸ ἐκεῖσε φρουρούμενον μαφόριον αὐτῆς ἀναπτύξασα, τὸ τῆς παρθενίας φρικτὸν τεκμήριον, μεθ' οὗ τὴν ἄχραντον κεφαλὴν αὐτῆς περιέσκεπεν, ἐν κόσμῳ περιοῦσα, καὶ τοῦτο ἐφαπλώσασα, τὸν πιστὸν λαὸν περιέσκεπεν· ὃ καὶ κατιδὼν ὁ ἱερὸς Ἐπιφάνιος, φόβῳ καὶ χαρᾷ συσχεθεὶς τὸν διδάσκαλον ἐπηρώτα· ὢ τοῦ θαύματος, τὴν χάριν αὐτῆς ἡ Βασίλισσα, διὰ τοῦ μαφορίου αὐτῆς τοῖς  πιστοῖς διένειμεν, οὗτινος θαύματος τὴν ἀνάμνησιν ἑορτάζοντες, τῇ Θεοτόκῳ βοήσωμεν, σκέπασον καὶ ἡμᾶς ἐν τῇ Σκέπῃ σου Πανάχραντε, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

Ἠχος β'

Δεῦτε φιλεόρτων συστήματα, ἐν καθαρᾷ καρδίᾳ, καὶ συνειδότι εὐστάθμῳ, τῇ Παρθένῳ τὸν ὕμνον προσοίσωμεν λέγοντες· σὺ ἡμῶν σκέπη καὶ βοήθεια Δέσποινα, καὶ τῇ σεπτῇ σου Σκέπῃ διασῴζεις ἀεί, τοὺς εἰς σὲ καταφεύγοντας, σκέπασον οὖν ἡμᾶς, τοὺς σὲ παρακαλοῦντας, καὶ πυρὸς γεέννης ἐξάρπασον ἐν ὥρᾳ τῆς δίκης, ὡς πάντα ἰσχύουσα μετὰ Θεόν, τῇ θερμῇ σου πρεσβείᾳ, Πανύμνητε, Θεοτόκε Παντάνασσα.

Ὁ αὐτὸς

Ἡ Σκέπη σου Θεοτόκε πανάχραντε πάντας πιστοὺς περισκέπουσα, διασῴζει ἀπήμονας παντοίας ἐκ βλάβης, καὶ φυλάττει ἀλωβήτους ἀπὸ πάσης νόσου καὶ θλίψεως, πᾶσαν ἀχλὺν τῶν δεινῶν ἀπελαύνουσα, καὶ ἐν αὐτῇ προσπεφευγότες οἱ δοῦλοί σου, ἐκλυτρούμεθα κινδύνων καὶ κακώσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις Σκέπη, καταφυγὴ καὶ ἀντίληψις, σωτηρία τε καὶ βοήθεια, καὶ διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν Θεοτόκε, οἱ πρὸς σὲ πιστῶς καταφεύγοντες.

Ἦχος δ'

ᾌσμα ᾀσμάτων, σὺ ὑπάρχεις Θεόνυμφε Δέσποινα νόων χαρμονή, καὶ βροτῶν παραμύθιον, πόλου τε καὶ γῆς Κυρία καὶ πρύτανις, ἀνάκτων πιστῶν δὲ διάδημα, εὐσεβοῦντος λαοῦ κέρας, γέφυρα πρὸς Ἐδέμ, καὶ κλῖμαξ πρὸς οὐρανοὺς ἀναφέρουσα· πόλις τοῦ Θεοῦ, καὶ θρόνος ἔμψυχος τοῦ Δεσπότου τῆς κτίσεως σκεῦος ζωῆς πανέντιμον, παράδεισος ἀκηράτου τρυφῆς, θυσιαστήριον πάγχρυσον, πνευματικοῦ πανευώδους θυμιάματος, λαμπὰς φωτοπάροχος, καὶ μάννα ἐπουράνιον, λαβὶς ἀνθρακοφόρος μυστική, καὶ ῥόδον ἡδύπνοον τράπεζα τοῦ οὐρανίου Ἄρτου, καὶ φωτὸς ἀδύτου λαμπηδών, ῥοδοδάκτυλος αὐγὴ τοῦ νοητοῦ ἠλίου, καὶ Σκέπη ἀναψυχῆς σωτηρίας, σκέπουσα ἡμᾶς καὶ πρός τὴν ἄνω Ἱερουσαλὴμ ὁδηγοῦσα καὶ σῴζουσα

Ἦχος πλ α'

Θαῦμα θαυμάτων πανθαύμαστον, καὶ τέρας φύσεως φρικτὸν καὶ ξενήκουστον, ὑπάρχεις Θεόνυμφε Δέσποινα, θυμηδία ποθεινή, ἡ πλημμυροῦσα χάρισι τὸν πιστὸν λαόν, ἀΰλου σου φωτὸς μαρμαρυγαῖς, ὡς οὖσα Μήτηρ τοῦ Φωτός, σκέπη τε ἀπόρων, ἡμᾶς περισκέπουσα, δωρεῶν δὲ ἐνθέων ζωοπάροχος χάρις βράβευσον οὖν ἡμῖν σὴν χάριν, λιτανεύουσι σὴν δόξαν, καὶ τὸ σὸν κεχαριτωμένον ὄνομα, πανευλαβῶς γεραίρουσιν, ὡς τέμενος τιμαλφέστατον τοῦ Δεσπότου ὑπάρχουσα, σκήνωμά τε θεοχώρητον, Θεοῦ τοῦ ἀχωρήτου, καὶ λυχνία ἑπτάφωτος, ἡ τὸ τῷ λαμπάδιον Χριστόν, κόσμῳ κυήσασα, Μαρία Μητροπάρθενε, τοῦ κόσμου μεσίτρια, καὶ ἡμῶν τῆς σῆς ποίμνης διάσωσμα μὴ οὖν ἐλλείπῃς ἡμᾶς περισκέπουσα, καὶ ὀξέως προφθάνουσα, ἐν συμφοραῖς καὶ κακώσεσι· σὲ γὰρ προστάτιν ἐν πᾶσιν ἀεὶ κεκτήμεθα, καὶ τῇ ἀμάχῳ σου Σκέπῃ περιφρουρούμεθα.

Δόξα... καὶ νῦν... Ὁ αὐτὸς

Σήμερον ἡ Παντάνασσα πανύμνητος, καὶ Θεοτόκος Μαρία, τὴν θείαν καὶ ὁλόφωτον αὐτῆς ἀστραπόμορφον Σκέπην ὑφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐν οἴκῳ ἁγίῳ αὐτῆς ἐσκέπασεν, οἷα νεφέλη τὸ πάλαι, ἐν τῇ Σκηνῇ τοῦ μαρτυρίου, ἡ τὸν Ἰσραὴλ ὁδηγοῦσα καὶ θάλπουσα οὕτω τὴν Βασιλίδα τῶν   πόλεων, σὺν τῷ χριστεπωνύμῳ πληρώματι περισκέπουσα, τὴν ἄπειρον αὐτῆς χάριν παρεμφαίνουσα διένειμεν, εἰς ἅπαντα εὐσεβῶν τὰ σκηνώματα, ἧς περ νῦν  τὴν ἀνάμνησιν, οἱ πιστοὶ αὐτῆς οἰκέται ποιούμενοι, χρεωστικῶς πρὸς αὐτὴν μετὰ πόθου βοήσωμεν· σκέπασον ἡμᾶς Πανύμνητε Δέσποινα, ὑπὸ τὴν σὴν Σκέπην, τὴν σωστικὴν καὶ ἁγίαν, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν στίχον, προσόμοια, ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ

Χαίροις Παρθενομῆτορ Ἁγνή, φαεινοτάτη δροσοβόλος πυρφόρος τε, νεφέλη ἡ ὀμβροφόρος, τὸν θεῖον ὄμβρον Χριστόν, ἐν τῷ κόσμῳ ὄντως ἡ ὀμβρήσασα· καὶ κλῖμαξ οὐράνιος, ἀπὸ γῆς ἀναφέρουσα, γέφυρα θεία, τοὺς πιστοὺς ἡ μετάγουσα, πρὸς Παράδεισον τῆς τρυφῆς θεία Τράπεζα· μάννα ὑπερουράνιον, ἡμᾶς διατρέφουσα, Σκέπη ἡ σκέπουσα πάντας, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

 

Θαῦμα ξενοπρεπές κατιδών, ὁ ἱερώτατος Ἀνδρέας ἐξίστατο, σὺν ἅμα Ἐπιφανίῳ, μύστῃ αὐτοῦ τῷ σοφῷ, τὴν ἁγίαν Σκέπην τῆς Μητρὸς Θεοῦ, πιστοὺς περισκέπουσαν, καὶ τὴν χάριν παρέχουσαν, πᾶσιν ἀφθόνως, ὡς νεφέλην τυγχάνουσα, ζωοπάροχον, τὰς ψυχὰς περιθάλπουσαν· ὅθεν καὶ ἐκπληττόμενοι, ἐβόων σὺν δάκρυσι· Σκέπη σου σκέπε Παρθένε, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, ὡς Μήτηρ Ὑψίστου, τοῦ παρέχοντος τῷ     κόσμῳ τὸ μέγα ἔλεος.

 

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

 

Σκέπη τῆς τοῦ Κυρίου Μητρός, ἀστραπηφόρε, τοὺς πιστοὺς περισκέπουσα, καὶ νέφη τῆς ἁμαρτίας, ἀποσοβοῦσα τομῶς, σκέπε καὶ συντήρει τοὺς τιμῶντάς σε· ἐκ πάσης κακώσεως, τοῦ δεινοῦ πολεμήτορος, καὶ ἐναντίας κακουχίας ἀπήμονας, καὶ διάσῳζε, κοσμικοῦ ἡμᾶς κλύδωνος· ὅπως τῇ δυναστείᾳ σου, σῳζόμενοι ὕμνοις σε, ἀνευφημοῦμεν ἐκ πόθου, καὶ εὐχαρίστως γεραίρομεν, τὴν σὴν προστασίαν, καὶ ἀντίληψιν καὶ σκέπην, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... ἦχος πλ. α'

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ κροτήσωμεν χεῖρας σήμερον, ἐν τῇ πανδήμῳ πανηγύρει τῆς ἀκηράτου Σκέπης, τῆς Παντανάσσης Θεοτόκου. Στρατιαὶ Ἀγγέλων εὐφραινέσθωσαν, καὶ τὴν ἀνωτέραν πάντων ἀΰλοις ὑμνῳδίαις γεραιρέτωσαν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος Ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήτωσαν τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν Φωτοφόρον Νεφέλην, τήν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε Κιβωτὸν τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, τὴν σκέπουσαν ἡμᾶς ἀεί, καὶ σῴζουσαν καθ' ἑκάστην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς Οὐρανῶν Βασιλείας, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

 

Νῦν  ἀπολύεις. Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

 

Ἦχος α'  Του λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Τῆς Σκέπης σου τὴν χάριν, ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου, ἐφήπλωσας τοῖς  πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς  πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπῃ σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς. 

 

 

 

Καὶ γίνεται Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' στιχολογίαν

 

Κάθισμα  ἦχος α'

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Τὴν Σκέπην σου Ἁγνή, τὴν σεπτὴν προσκυνοῦμεν, τὴν πάντας τοὺς πιστούς, περισκέπουσαν ὄντως, συμφώνως γεραίροντες, σοῦ τὴν δόξαν τὴν ἄρρητον· σὺ γὰρ πέφυκας, Σκέπη ἡμῶν καὶ προστάτις, καὶ βοήθεια, τῶν   εὐλαβῶς ἐκτελούντων σῆς Σκέπης ἀνάμνησιν.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Τὴν θείαν Σκέπην σου, τὴν ἀστραπόμορφον, καὶ πανυπέρτιμον, Θεοχαρίτωτε, οἱ εὐσεβεῖς πανευλαβῶς, τιμῶμεν καὶ προσκυνοῦμεν, καὶ κατασπαζόμεθα, ὡς ἡμᾶς περισκέπουσαν καὶ διαφυλάττουσαν, ἐκ κινδύνων καὶ θλίψεων· διὸ καὶ εὐχαρίστως βοῶμεν, χαῖρε ἡ πάντων προστασία.

 

Μετὰ τὴν β' στιχολογίαν

 

Κάθισμα  ἦχος πλ. δ'

Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ

Τῶν εὐσεβῶν καὶ μοναζόντων αἱ χορεῖαι, πρὸς τὴν σὴν Σκέπην νῦν  προστρέχομεν Παρθένε, καὶ ἐκ πόθου ἅπαντες, ταύτην προσκυνοῦντες, βοῶμεν μετ' εὐλαβείας Μήτηρ Θεοῦ, ἐν ὥρᾳ τῆς καταδίκης τῆς φοβερᾶς, σκέπασον καὶ ἐξάρπασον, κολάσεως ὀδυνηρᾶς, ἵνα πόθῳ δοξάζωμεν, τὴν θερμήν σου ἀντίληψιν.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ