Τῌ ΑΥΤῌ HMEPᾼ (ΚΗ')
28 ΟΚΤΩΒΡΙΟΥ
Ἀνά΅νησιν ἐπιτελοῦ΅εν
τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡ΅ῶν
Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας*.
*
Ἢ Ἀκολουθία αὔτη, ποιηθεῖσα ὑπὸ τοῦ ἐν
Ἁγίῳ Ὅρει ᾀσ΅ατογράφου Μοναχοῦ Γερασί΅ου
Μικραγιαννανίτου, ἐνεκρίθη ὑπὸ τῆς Ἱερᾶς
Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἐν τῇ
συνεδρίᾳ Αὐτῆς τῆς 21ης Ὀκτωβρίου 1952, καθ' ἢν
καὶ ἀπεφασίσθη ὁ συνεορτασ΅ὸς τῆς Ἑορτῆς
τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Θεοτόκου ΅ἐτὰ
τῆς Ἐθνικῆς Ἑορτῆς τῶν Νικητηρίων τῆς
28ης Ὀκτωβρίου. (Αἱ Συνοδικαὶ Ἐγκύκλιοι, Τό΅ος Β', Ἀθῆναι
1956, σελ. 649).
* * *
ΕΙΔΗΣΙΣ
* * *
Εἰ τύχοι ἡ Ἑορτὴ ἐν Κυριακῇ, ἡ Ἀκολουθία ψάλλεται κατὰ τὴν Τυπικὴν Διάταξιν τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. (Βλέπε Τυπικὸν 21ης Νοε΅βρίου §
8).
ΕΙΣ ΤΌΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶ΅εν Στίχους δ´, καὶ ψάλλο΅εν τὰ
Στιχηρὰ προσό΅οια.
Ἦχoς α´.
Τῶν οὐρανίων ταγ΅άτων. ΤΟ
ΑΚΟΥΤΕ
Τῶν ὀρθοδόξων
Ἑλλήνων ἅπαν τὸ σύστη΅α, τὴν παναγίαν Σκέπην, τῆς
ἁγνῆς Θεοτόκου, ὑ΅νήσω΅εν προθύ΅ως καὶ ἐν
χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσω΅εν· χαῖρε
Παρθένε βοήθεια ἀσφαλής, καὶ θερ΅ὴ ἡ΅ῶν ἀντίληψις.
Ὥσπερ ἐρρύσω
Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ ἁγίᾳ Σκέπῃ,
πολυτρόπων κινδύνων· οὕτω καὶ νῦν τὸν νέον Κόρη
λαόν, τοῦ σοῦ Ἔθνους ἀπήλλαξας, ἐπιδρομῆς
Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας
σου.
Ὑπὲρ
ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ
πλουσίως, ἀπαστράπτouσι πᾶσι, καὶ λύουσι τὴν
νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν, καὶ
σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσι
σε.
Τῇ ἀρωγῇ
τῆς σῆς Σκέπης πιστῶς θαρρήσαντες, κατὰ τῶν
πολεμίων, νίκης τρόπαιον ἦραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς
ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν
χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου.
Δόξα. Καὶ νῦν. Ἦχος α'.
Τὶς κατ' ἀξίαν
ὑμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν, Θεοτόκε Ἀειπάρθενε;
Σκέπουσα γὰρ ἡμᾶς τῇ κραταιᾷ σου Σκέπῃ,
πολυειδῶν λυτροῦσαι συμφορῶν, καὶ συμμαχοῦσα ἀοράτως,
ἐν ὑψηλῷ βραχίονι, τῶν πολεμίων καταράσσεις τάς
φάλαγγας, καὶ θαυμαστῶς ἰθύνεις, ἢν ᾑρετήσω
κληρονομίαν σου· ὅθεν ὑμνοῦμεν τὴν χάριν σου, εὐχαριστίας
φωναῖς, καὶ ἐν κατανύξει ψυχῆς βοῶμεν σοι‧
Σκέπε πάντοτε ἐκ πάσης ἀπειλῆς, ἡμᾶς ὦ
Δέσποινα, ὅτι μετὰ Θεὸν τάς ἐλπίδας σοι ἀνεθέμεθα.
Ἀπόστιχα
Ἦχος β'. Οἶκος τοῦ
Ἐφραθᾶ. ΤΟ
ΑΚΟΥΤΕ
Σκέπη χριστιανῶν,
ὑπάρχεις Θεοτόκε, τὸν εὐσεβῆ λαόν σου, σκέπουσα καὶ
φρουροῦσα, ἐκ πάσης περιστάσεως.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ
πλούσιοι τοῦ λαοῦ σου.
Ὅτε ἐν
τῷ ναῷ, τῶν Βλαχερνὼν κατεῖδεν, ὁ Ὅσιος
Ἀνδρέας, σκέπουσάν σε Παρθένε, τοὺς εὐσεβεῖς ἐθαύμασε.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός
σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἅπλωσον ἐφ'
ἡμᾶς, τὴν Σκέπην σου Παρθένε, καὶ σκέπασον αΰλως,
ἐκ πάσης δυσπραγίας, λαὸν τὸν χριστεπώνυμον.
Δόξα. Τριαδικόν.
Φύσις
τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὑπέρθεε
Θεότης, οἰκτείρησον Οἰκτίρμον, τὸ τῶν χειρῶν
σου ποίημα.
Καὶ νῦν. Θεοτοκίον.
Ἤλπισεν ὁ
στρατός, τῇ σκέπῃ σου Παρθένε, καὶ ἰσχυρὸς ὡράθη,
τοῖς ἐπιτιθεμένοις, τῷ κράτει τῆς ἰσχύος
σου.
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.
Τὸ Ἀπολυτίκιον ἐκ
τοῦ Μεγάλου Ἐσπερινοῦ.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ
τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς', καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α'. Ὢ
τοῦ παραδόξου θαύματος! ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ
παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε,
τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ
σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ
χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν
ἀφορῶντας καὶ κράζοντας‧ Κεχαριτωμένη χαῖρε,
σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοῦ
πιστῶς σε μεγαλύνοντος.
Βαβαὶ τῶν
σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἤπλωσας τὴν
Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν‧
ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ
χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχoμένης λαὸν τὸν
Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν
πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι.
Τὴν πρὸς
ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα
κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου‧ ἀρχῆθεν
γὰρ σuμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς
ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς
ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε
σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τάς χάριτας.
Προσόμοια ἕτερα. Ἦχος
δ'.
Ὡς γενναῖον ἐν
Μάρτυσιν ΤΟ
ΑΚΟΥΤΕ
Ὡς τῆς
Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν
μεγαλύνομεν ἀγαθότητα‧ ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι
τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ
παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ
ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν
θαυμάτων τὸ μέγεθος.
Θαυμαστῶς
πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν
πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα,
ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ
συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου, πάσης θλίψεως·
διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης, τὰ
δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν.
Πολλαχῶς
Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθεάμεθα, τῆς Ἁγίας
Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν
διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου
χρηστότητα,ἐδοξάσαμεν‧ ὅτι σῴζεις ἡμᾶς
ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς
θλιβομένοις καὶ πάσχουσι.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β'.
Σήμερον ὁ
πιστὸς λαός σου Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ
περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν
χάριν, χαριστηρίους ᾄδων σοι ᾠδάς‧ Σὺ γάρ, οὐ
μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ
παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν
ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων
ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας
τάς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν,
καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς
βοῶμεν‧ Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα,
τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σου.
Εἴσοδος. Φῶς
ἱλαρόν... Τὸ Προκείμενον τῆς ἡμέρας,
καὶ τὰ Ἀναγνώσματα.
Ἀριθμῶν τὸ Ἀνάγνωσμα
(Κεφ. θ' 15-23)
Καὶ ἐγένετο
τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν
ἡ νεφέλῃ τὴν σκηνήν, τὸν οἶκον τοῦ
μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς
σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. Οὕτως ἐγίνετο
διαπαντὸς· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας,
καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη
ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα
ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ
τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ
παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος
Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ διὰ
προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τάς ἡμέρας, ἐν αἷς
σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν
οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ
νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ
φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν
τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἑξάρωσι. Καὶ ἔσται ὅταν
σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς
σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ
προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γὲνηται
ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ
ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἡ
νυκτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ'
αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ,
καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος
Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ
προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
Τῆς Ἐξόδου τὸ
Ἀνάγνωσμα
(Κεφ. μ' 15-32)
Ἐγένετο ἐν
τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων
τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, νουμηνία
ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν
σκηνήν, καὶ ἐπέθηκε τάς κεφαλίδας, καὶ διενέβαλε τοὺς
μοχλούς, καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε
τάς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ
κατακάλυμμα τῆς σκηνῆς ἐπ' αὐτὴν ἄνωθεν,
καθὰ σuνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ
μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν. Καὶ ὑπέθηκε τοὺς
διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν
κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ
κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν
τοῦ μαρτυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ
ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ
μαρτυρίου, τὸ πρὸς Βορρᾶν ἔξωθεν τοῦ
καταπετάσματος τῆς σκηνῆς. Καὶ προσέθηκεν ἐπ' αὐτῆς
ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε
Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς
τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς
σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς
λύχνους αὐτῆς ἔναντι Κυρίου, ὂν τρόπον σuνέταξε Κύριος
τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριoν τὸ
χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι
τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπ' αὐτοῦ
θυμίαμα τῆς σuνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ
τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τάς θύρας τῆς
σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς
σκηνῆς καὶ τοῦ θυσιαστηρίου. Καὶ συνετέλεσε Μωυσῆς
πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν
σκηνὴν τοῦ μαρτυρίου. Καὶ δόξης Κυρίου ἐπλήσθη ἡ
σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς
τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ'
αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ
σκηνή. Ἡνίκα δ' ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς
σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραηλ σὺν
τῇ ἀπαρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη
ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη
ἡ νεφέλη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς
ἡμέρας, καὶ πῦρ ἦν ἐπ' αὐτῆς νυκτὸς
ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς
αὐτῶν.
Προφητείας Ἰεζεκιὴλ
τὸ Ἀνάγνωσμα
(Κεφ. μγ' 27, μδ' 1-4)
Ἔσται ἀπὸ
τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα,
ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ
ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν‧
καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ
με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων
τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ
αὔτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με‧
Ἡ πύλη αὔτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται,
καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι
Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς,
καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος
καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον
Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης
εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ
ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν
τῆς πύλης τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου,
καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος
τοῦ Κυρίου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα.
Ἦχος α'.
Εὐφραίνου
ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ
Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου‧ ὡς γὰρ
νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ
τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ
πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν
πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τάς φάλαγγας ἐκτρέπει. Ὅθεν
τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ
τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα‧
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων
τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Ἦχος β'
Ὡς ὑπέρλαμπρος
ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ
ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως
Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα πόλιν ἐσκέπασας, τῇ
ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας,
τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ' ὦ
Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς
ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα.
Ἦχος γ'
Πάλαι μὲν
ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου,
προτυποῦσα Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον‧ νῦν
δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει,
ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν
χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι πρoστρέχoντα‧ καὶ τοῦτο
ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, δι' ἐμφανείας
ἀπορρήτου, τὴν πρὸς ἡμᾶς σου χρηστόστητα
φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τάς πολλὰς σου εὐεργεσίας
κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου‧
ὅτι σῴζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως.
Ἦχος δ'
Ἡ Σκέπη
σου Θεοτόκε Παρθένε, ὑπὲρ τάς ἡλιακὰς αὐγὰς
ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐξαίσια, θαυμαστὰ καὶ
σωτήρια, εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται‧ τὴν
γὰρ Βασιλίδα πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κινδύνων καὶ
συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα‧ νῦν δὲ
ἡμᾶς Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς
παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ
πλουσίᾳ χρηστότητι‧ ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν
σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν
σοι· Μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, τὴν
προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς
τὴν κληρουχίαν σου.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'.
Σήμερον ἡ παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν‧ δεῦτε οὖν Ἑλλήνων παῖδες, καὶ καθα